{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.262","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.262","ref":"1.262","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.262","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.262","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.262.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":392,"text":"νομίσματα τρία. Ὡς ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλομένοις· καὶ πολλῶν πρὸς αὐτὴν εἰσπηδώντων, πάντας ἀπεκρούετο, προφασιζομένη ἕλκος ἔχειν ἐπὶ κρυπτοῦ τόπου καὶ τούτου τὴν ἀπαλλαγὴν ἐκδέξασθαι. Οὕτως οὐν τούτους ἀποβουκολοῦσα τὸν Θεὸν ἱκέτευεν ἄσπιλον τὴν παρθενίαν αὐτῆς διαφυλάξαι. Καὶ δὴ ὑπήκουσεν αὐτῆς ὁ Θεός. Καὶ ἔρχεταί τις νεανίσκος περιφανής καὶ λίαν εὐσεβής ἑσπέρας βαθείας πρὸς τὸν πορνοβοσκὸν, καὶ δίδωσιν αὐτῷ νομίσματα πέντε, λέγων Ἔασόν μοι ταύτην τὴν κόρην.... τὰ ἱμάτια αὐτοῦ, καὶ περικαλύψας τὴν κεφαλὴν αὐτῆς ἐξέπεμψεν αὐτὴν ἄφθορον καὶ ἀνέπαφον, Ἡμέρας δὲ γενομένης καὶ τοῦ δράματος γνωσθέντος ἐκρίθη ὁ νεανίας ἀναιρεθῆναι, καὶ τούτου γενομένου ἐπλήρωσε τὸ Κυριακὸν λόγιον τὸ φάσκον· Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὁμοίως καὶ ἑτέρου μονάζοντος κατασχεθέντος ὑπὸ τῶν ἀσεβῶν, μετὰ πολλὰς ποινὰς καὶ μάστιγας τελευταῖον πονηρὰν ἐπενόησαν ἐπίνοιαν εἰς φθοράν τῆς σωφροσύνης τοῦ δικαίου. Ἔν τινι γὰρ κήπῳ κλίνην στρώσαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆκαν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν μὴ δυνάμενος τὰς ἐκ ταύτης μηχανὰς διαφυγεῖν καὶ ἄκων εἰς τὴν πονηρὰν καθελκυσθῆναι πρᾶξιν. Τῆς δὲ τούτῳ περιπλεκομένης καὶ καταφιλούσης αὐτὸν, τὴν ἑαυτοῦ γλῶσσαν ἀποτεμὼν τοῖς ὀδοῦσι προσέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, κἀκ τούτου ἑαυτῷ μὲν πόνους καὶ ἀλγηδόνας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν· ἐκείνην δὲ σφόδρα κατέπληξε καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. Ἅπερ ἀκούσαντες οἱ Ἕλληνες ἐθαύμαζον τὴν τῶν μοναζόντων σωφροσύνην καὶ ἀκρίβειαν. Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι Διοκλητιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων, δόγμα ἐξέθεντο ὥστε τοὺς εὑρισκομένους Χοιστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν τῶν ὀφθαλμῶν, οὐ μόνον διὰ τὸ ὀδυνηρὸν, ἀλλὰ καὶ διὰ τὸ ἄτιμον καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον, Τῷ ζ ἔτει αὐτῶν τὴν Βούσιριν καὶ τὴν Κοπτὸν, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, ἀποστατησάσας τῆς τῶν Ῥωμαίων ἀρχῆς εἰς ἔδαφος κατέσκαψαν Τῷ θʹ ἔτει ὡς ἐν στήλῃ ἐνέγραψαν οἱ δυσσεβεῖς καθ´ ἡμῶν, ὡς πάντων ἀναιρεθέντων Χριστιανῶν πάσης εὐθηνίας καὶ εὐκρασίας ἡ Ῥωμαίων πολιτεία πλησθήσεται, καθὼς ὑπελάμβανον οἱ ἀλάστορες· διὸ καὶ λιμὸς καὶ λοιμὸς καὶ αὐχμὸς, καὶ πᾶν ὁτιοῦν ἔστι κακὸν εἰπεῖν, τοὺς ἀνθρώπους μετῆλθε, ΙΡ ΖΟΖ] καὶ τινος ἑτέρου νοσήματος μοῖρα. Ἔλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄνθρακος λεγόμενον, καθ´ ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πεπονθόσιν ἐνεποίει κινδύνους, Οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γενόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάσατο. Καὶ σὺν τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεΚμος, ἀθρόως ὑφ´ ἕνα καὶ τὸν αὐτὸν καιρὸν συῤῥεύσαντα","prev":{"citation":"Compendium Historiarum 1.261","label":"1.261","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.261"},"next":{"citation":"Compendium Historiarum 1.263","label":"1.263","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.263","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.263"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}