{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.29","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.29","ref":"1.29","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.29","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.29","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.29.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":369,"text":"Εὴθ μετὰ Ἀδὰμ ἡγεμόνευσε τῶν ἀνθρώπων. Οἱ δὲ ἐκ γένους αὐτοῦ Ἐγρήγορες διακοσιοστῷ χιλιοστῷ τῆς κοσμογενείας ἔτει, τεσσαρακοστοῦ δὲ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ἑπτακοσιοστοῦ ἑβδομηκοστοῦ, πλανηθέντες κατέβησαν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τοῦ Κάῖν, καὶ ἐγέννησαν τοὺς γίγαντας τοὺς ὁνομαστούς. Οἱ δὲ γίγαντες οὕτοι διὰ μὲν τὸν δίκαιον Σὴθ ἐγένοντο ἰσχυροὶ καὶ μέγιστοι καὶ τὸ μέγεθος τοῦ σώματος ὑπερμήκεις, τερατώδεις τε καὶ ἀπευκτοὶεν καὶ τὴν προσωνυμίαν ἐσχήκασι [Θ], διὰ δὲ τὸν βέβηλον Κάῖν ἄλκιμοι καὶ κραταιότατοι καὶ στεῤῥοὶ καὶ τὴν ἀλκὴν, τὸν δὲ τρόπον φονικώτατοι καὶ ἀσεβέστατοι καὶ ἀσελγέστατοι· [Ρ Ι] οὓς καὶ δρακοντόποδάς τινες προσηγόρευσαν, ἢ ὡς τεθηριωμένους ταῖς γνώμαις καὶ μηδὲν ἀγαθὸν λογιζομένους, ἢ ὥς τινες ἱστοροῦσιν, ὅτι πόλεμον ἔχοντες μετά τινων οἰκούντων ἐν ὑψηλοῖς, εἶτα χερσὶ καὶ ποσὶ καὶ κοιλίαις ὡς δράκοντες ἀνέρποντες κατ´ αὐτῶν, ὑφ´ ὧν καὶ πολλοὶ πολλάκις ἄνωθεν ἀνῃροῦντο βαλλόμενοι, δρακοντόποδες ἐκέκληντο. Τούτων οὐκ ὀλίγους μὲν σφαίραις πυρὸς ἤτοι κεραυνοῖς οὐρανόθεν ὁ ὕψιστος ἐξανάλωσε βαλών· ἀνεπαισθήτους δὲ τοὺς περιλοίπους καὶ ἀδιορθώτους ἐπιμένοντας κατακλυσμῷ μετὰ ταῦτα τοὺς πάντας ἐξανάλωσεν ὁ Θεός. Οὗτοι ὤμοσαν ἐν τῷ ὄρει τῷ Ἑρμονιεὶμ ἐκλέξασθαι γυναῖκας ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τῆς τοῦ Κάῖν γενεᾶς, καὶ ἐκάλεσαν τὸ ὄρος Ἑρμών, καθότι ὤμοσαν καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ. Οὗτοι διδάσκουσι τὰς γυναῖκας αὐτῶν φαρμακείας καὶ ἐπαοιδίας. Καὶ πρῶτος Ἀζαὴλ ὁ δέκατος ἄρχων αὐτῶν(καὶ γὰρ οἱ ἄρχοντες τῶν κατελθόντων διακόσιοι ἦσαν ἐδίδαξεν αὐτοὺς ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικὸν, καὶ τὰ ἑκ των μετάλλων τῆς γῆς, οἷον χρυσίον, ἀργύριον καὶ τὰ λοιπά. Καὶ ἕκαστος ὁμοίως, ὁ μὲν καλλωπισμὸν σώματος, ὁ δὲ ἐκλεκτοὺς λίθους καὶ τὰ βαφικά, ὁ δὲ ῥίζας βοτανῶν, ὁ δὲ σοφίαν καὶ ἐπαοιδῶν λυτήρια, ὁ δὲ ἀστροομίαν καὶ ἀστροσκοπίαν, ἄλλος ἀστρολογίαν, ὁ δὲ ἀεροσκοπίαν, ὁ δὲ σημεῖα γῆς, ἄλλος ἡλίου καὶ σελήνης. Ὥστε οὐδὲ Βαβυλωνίων ἦν οὐδὲΧαλδαίων βασιλεία, ὡς τῷ Βηροσσῷ καὶ τοῖς ἑπομένοις δοκεῖ πρὸς ἀνατροπὴν τῶν θείων Γραφῶν, οὕτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανέθῳ ψευδομένῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος· ἡ γὰρ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ Νεβρώδ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη ἑξακόσια τριάκοντα ἀκμάσαντος γέγονεν οἵτινες δὲ ἄλλως περὶ τούτων μυθικώτερον γεγράφασιν, ἀπὸ τῶν θεοπνεύστων ἡμῶν Γραφῶν κλέψαντες γεγράφασιν ἰδιοποιησάμενοι· δι´ ὧν οἱ ἁπλούστεροι καὶ τοῖς λοιποῖς","prev":{"citation":"Compendium Historiarum 1.28","label":"1.28","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.28","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.28"},"next":{"citation":"Compendium Historiarum 1.30","label":"1.30","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.30","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.30"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}