{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.313","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.313","ref":"1.313","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.313","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.313","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.313.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":404,"text":"πρὸς αὐτοὺς ἔχρήσατο λόγοις· Εἶπαιε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· Οὐ βασιλεὺς εἶ μόνον ἀλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίσου. Ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις. Κατ´ εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων [Ρ. ὅΘἱ] δεδημιούργηται φύσις. Μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπηνῶς τοῦ Θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνῃς γὰρ τὸν Δημιουργὸν, τὴν ἐκείνου κολάζων εἰκόνα. Σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἔνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. Ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς νοῦν ἔχουσι. Πρὸς δὲ τούτοις λογίσασθε κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. Ταῦτα ἀκούσαντες οἱ θαυμάσιοι ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα· καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὁργῆς τὴν αἰτίαν ἐδήλωσεν· Οὐκ ἔδει γὰρ, φησὶν, ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τὴν τελευτὴν δέξασθαι παροινίαν, κατ´ ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. Προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶταί τινας ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παῤῥησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ, καὶ τὸν νόμον ἐκεῖνον ὀνησιφόρον δεικνὺς ὃν ὁ μέγας Ἀμβρόσιος Κγραφῆναι παρῄνεσεν. Ἐτὶ τούτου τοῦ μεγάλου Θεοδοσίου καὶ ἡ τιμία κεφαλὴ τοῦ τιμίου Προῦρόμου καὶ Βαπτιστοῦ Ἰωάννου ἤχθη ἐν Κωνσταντινουπόλει, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἵτινες ς ἐκ Ἱεροσολύμων εἰς Κιλικίαν ἐλθόντες διέτριβον. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύσαντος Οὐάλεντι, μετεκομίζετο ἐκ προστά. ξεως αὐτοῦ ἐν Κωνσταντινουπόλει. Ὡς δὲ κατέλαβεν ἐν κώμῃ Κοσιλαοῦ, οὐκέτι μετῆλθε τὸ ὅχημα τὸν τόπον, καίπερ πολλὰς τῶν ἡμιόνων μαστιγουωένων Τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν τῇ προῤῥηθείσῃ κώμῃ, κρίνοντος τοῦ Θεοῦ μὴ τοιούτου δώρου ἀξιωθῆναι τὸν Οὐάλεντα. Θεοδόσιον δὲ τῆς εὐσεβείας ἀμειβόμενος ὁ Θεὸς μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώρησεν, ἣν καὶ ἐν τῷ τοῦ [ροδρόμου ἀπέθετο ναῷ. Μετὰ δὲ τὴν κατάλυσιν τοῦ τυράννου Εὐγενίου ἀῤῥωστήσας ὁ βασιλεὺς τοῖς υἱέσιν αὐτοῦ Ἀρκαδίῳ καὶ Ὁνωρίῳ τὴν βασιλείαν διένειμε, καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ νεωτέρῳ δὲ τῆς Εὐρώπης τὰ σκῆπτρα. Ἔχειν δὲ τὴν εἰς Θεὸν εὐσέβειαν ἀμφοτέρους παρῄνεσε. Διὰ ταύτης γὰρ, ἔφη, καὶ ἡ εἰρήνη φυλάττεται, καὶ πόλεμοι καταλύονται, καὶ πολέμιοι τρέπονται, καὶ τρόπαια ἀνίστανται, καὶ νίκη βραβεύεται. Ταῦτα καὶ τὰ τοιαῦτα τιῖς παισὶν αὐτοῦ καὶ διαδόχοις παραινέσας τὸν βίον ἀπέλιπεν, ἀείμνηστον κλέος καὶ ἀξιάγαστον τοῖς πᾶσι καταλιπών.","prev":{"citation":"Compendium Historiarum 1.312","label":"1.312","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.312","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.312"},"next":{"citation":"Compendium Historiarum 1.314","label":"1.314","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.314","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.314"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}