{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.331","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.331","ref":"1.331","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.331","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.331","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.331.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":418,"text":"μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθηρέθη Νεστόριος, παραλαβών τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οῖς ἦν καὶ Θεοδώρητος Τύρου ἐπίσκοπος καὶ Ἴβας Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφεσίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς Ἐκκλησίας ποιησάντων τὴν σύνοδον Οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρὰ´ αὐτῶν γενόμενα· καὶ οὕτως ἀπὸ τῆς Ἐφεσίων διαφερόμενοι ἀλλήλοις διέστησαν οἵ τε ἀνατολικοὶ καὶ οἱ Αἰγύπτιοι. Μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώθησαν, συμφωνήσαντες καὶ οἱ ἀνατολικοὶ τῇ ἐκτεθείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πίστει καὶ τῇ κατὰ Νεστορίου καθαιρέσει, ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέσης ἀποστείλαντες. Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὄασιν, ἄλλοι δὲ γράφουσιν, ἐν τῇ Θάσσῳ, ἐν ᾗ καὶ καταλαμβάνει αὐτὸν ἡ θεία δίκη, σηπεδόνος τῶν μελῶν πάντων ἁψαμένης, μάλιστα δὲ καὶ τῆς μιαρᾶς αὐτοῦ γλώττης, ἧ περιπεσὼν διεφθάρη ὡ, ὁ ρύκ ἐπείσθημεν τὴν Μαρίαν Θεοτόκον ὁμολογῆσαι. κατάρατος Ἄρειος, ὑποφωνῶν ὡς ἠδύνατο ὅτι τέως Ὁ βασιλεὺς δὲ κυνηγῆσαι ἐξελθὼν, τοὺς σὺν αὐτῷ πάντας διαλαθὼν, ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον [Ρ. ὅθ] πλησίον πῶν προαστείων Κωνσταντινουπόλεως· ὃν ὁ γέρων ἐπέγνω μὲν, ἐδέξατο δὲ ὡς ἓνα τῶν στρατιωτῶν. Τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνες ὀλιγωρήσαντος ἔβρεξεν ἄρτους ὁ γέρων, καὶ βαλὼν ὄξος καὶ ἔλαιον ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ. Καί φησιν ὁ βασιλεύς· Οἶδας τίς εἰμι, Πάτερ; Ὁ δὲ μοναχὸς εἶπεν· Ὁ Θεὸς οἶδέ σε. Καὶ ὁ βασιλεὺς ἔφη· Ἐγώ εἰμι Θεοδόσιος ὁ βασιλεύς. Καὶ ἀναστὰς εὐθῆ ὁ γέρων προσεκύνησεν αὐτῷ. Εἰπεν οὖν ὁ βασιλεύς· Μακάριοι καὶ τρισμακάριοί ἐστε ὄντως ὑμεῖς οἱ μοναχοὶ, καὶ ἀμέριμνοι τοῦ κόσμου. Ἐπ´ ἀληθείας λέγω σοι. Πάτερ, ὅτι ἐν τῷ παλατίῳ ἐγεννήθην, καὶ οὐδέποτε μετ´ ἡδονῶν ἀπήλαυσα βρώσεως καὶ πόσεως καθὼς σήμερον. Τοῦ δὲ λαοῦ φθάσαντος, καὶ ἐνώπιον πάντων ἀξιοπρεπῶς τιμήσαντος τὸν γέροντα, καὶ πάντας ἀξιωθῆναι τῆς εὐχῆς αὐτοῦ κελεύσαντος τοῦ βασιλέως, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ´ εἰρήνης. Καὶ ἤρξατο ἀπὸ τότε τιμᾷν αὐτὸν ὁ βασιλεύς, Ὁ δὲ γέρων ἀναστὰς ἔφυγε καὶ πάλιν ἀπῆλθεν εἰς Αἴγυπτον. Ἐν τοῖς χρόνοις τούτοις καὶ ὁ μέγας Συμεὼν ὁ Στυλίτης ἐπέόη τῷ κίονι, τὴν δόξαν τῶν ἀνθρώπων φεύγων· πολλοὶ γὰρ εἰς αὐτὸν ἀφικνούμενοι ἤθελον πάντες ψαύειν τῶν δερματίνων ἐκείνου ἐνδυμάτων. Καὶ πρῶτον μὲν ἕξ πήχεων ἐκέλευσε γενέσθαι τὸν κίονα, εἶτα δάδεκα, καὶ μετὰ ταῦτα εἴκοσι δύο, νῦν δὲ τριακονταέξ. Ἡν οὐκ ἄνευ τῆς θείας οἰκονομίας ὑπολαμβάνω γενέσθαι τὴν στάσιν, ὡφελείας ἔνεκεν τῶν ῥᾳθυμοτέρων, ὥσπερ καὶ τὸν Ἡσαΐαν γυμνὸν καὶ ἀνυπόδετον βαδίσαι προσέταξε, καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὁσφύτ περιθεῖναι καὶ οὕτω προφητεύειν, καὶ ἄλλοτε κλοιοὺς ξυλίνους καὶ σιδηροῦς","prev":{"citation":"Compendium Historiarum 1.330","label":"1.330","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.330","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.330"},"next":{"citation":"Compendium Historiarum 1.332","label":"1.332","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.332","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.332"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}