{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.347","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.347","ref":"1.347","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.347","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.347","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.347.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":436,"text":"ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον συμπεσόντες ἀπώλοντο. Ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ, τὸν μάργαρον ὃν εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ὑπέρτιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔῤῥιψεν, ἵνα μή τις ὀπίσω αὐτοῦ τοῦτον φοροίη ἢ γνώριμος γένηται ὡς βασιλεὺς, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς ἦν. Καὶ οὕτω Περόζης διεφθάρη σύν πάσῃ τῇ στρατιᾷ. Ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπαγωγήν. Καὶ πάλιν οἱ ὑπολειφθέντες Καβάδην τὸν τούτου υἱὸν εἶχον βασιλέα. Περὶ δὲ τοῦ μαργαρίτου, πῶς καὶ ποίῳ τρόπῳ εὐρέθη, τοιαύτην εὕρομεν ἱστορίαν. Ἐν τῷ Περσικῷ κόλπῳ τῷ πρὸς βοῤῥᾶν κειμένῳ τῆς Ἐρυθρᾶς θαλάσσης τρέφονται μαργαρῖται ὑπὸ κτενῶν, οὕς τινες Κζάμβακας ὀνομάζουσι. Τούτων τῶν κτενῶν εὐρέθη τρέφων ἐν ἑαυτῷ κτεὶς εἶς μαργαρίτην ὑπερφυῆ καὶ λαμπρότατον. Αὐξηθέντος δὲ τούτου καὶ παρὰ τὸ μέτρον γεγονότος αὐγάς τε δίκην ἀστραπῆς ἀκτινοβολοῦντος καὶ διαπέμποντος, ἠράσθη κύων θαλάττιος [Ρ.θ] τῆς αὐγῆς τοῦ μαργαρίτου, καὶ τῆς αὐτοῦ ὡραιότητος οὐκ ἀφίστατο, ἀλλ´ ὅπου δ´ ἂν ἦγε τὸ ῥεῦμα τὸ ἔλυτρον τοῦ κτενὸς, ἐκεῖ καὶ τὸν κύνα δαίμων τις ἀλιτήριος ἐξεβάκχευεν. Ἁλιεὺς οὖν τις τὸ ξένον τοῦτο θεασάμενος τέρας ἐδοκίμασε διά τινος μηχανῆς ἀποσυλῆσαι τὸν κτένα, Ἀλλ´ ὁ κύων οὐκ ἐνεδίδου· ἁρπάζων γὰρ αὐτὸν ἐπὶ τὸ βάθος ἐνῆγε. Καταμηνύει τοιγαροῦν ὁ ἁλιεὺς τῷ βασιλεῖ τῶν Περσῶν τὸ τοῦ μαργάρου κάλλος· ὁ δὲ δίδωσιν αὐτῷ ἄνδρας τοὺς ἐπὶ τὴν ἄγραν τοῦ μαργάρου συμπράξοντας. Ἐλθόντες οὖν ἐπὶ τὴν θάλασσαν καί τινας ἡμέρας ἐγκαρτερήσαντες, ἔτυχε τὸν κύνα μικρὸν ὑποχωρῆσαι. Εὐθὺς οὖν ὁ ἁλιεὺς δισκεύσας αὐτὸν ἐν τῇ θαλάσσῃ καὶ καταδὺς ἐν τῷ βάθει ἐδράξατο τοῦ κτενὸς καὶ τὸν μαργαρίτην ἀνήγαγε, καὶ εὐθέως ἀναδραμών ὕψωσε τὴν χεῖρα, καὶ ὑπὸ τῶν συνόντων ἡρπάγη ὁ μάργαρος. Πρὶν δὲ φθάσαι εἰσελθεῖν αὐτὸν ἐν τῇ λέμβῳ, φθάσας ὁ κύων διέσπασε καὶ κατερόφησε τὸν ταλαίπωρον. Ὁ δὲ μάργαρος ἀπεκομίσθη τῷ βασιλεῖ, ὃς καὶ ἡσθεὶς τῷ τούτου θεάματι τοὺς παῖδας τοῦ ἁλιέως μεγάλαις ἠμείψατο δωρεαῖς. Τοῦτον τὸν μαργαρίτην βουληθεὶς ὡνήσαἀπέστειλε πρὸς τοὺς βαρβάρους· ἀλλ´ οὐτοι οὐ κατένευσαν, μνημόσυνον τῆς Περσικῆς ἀπονοίας τοῦ τον φυλάττοντες. Καβάδης δὲ ὁ τοῦ Περόζου ὕστατος υἱὸς, τῆς βασιλείας δραξάμενος, ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ ἐχρᾶτο καὶ κοινὰς τὰς γυναῖκας ἐνομοθέτησεν ἔχειν. Ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς ἀπήλασαν καὶ δήσαντες εἰς υλακὴν τὴν λεγομένην Λήθην ἐνέβαλον, τὸν δὲ ἀδελφὸν αὐτοῦ Βάλβην βασιλέα ἐποίησαν. Ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φυλακῇ. Ὁ δὲ τῆς εἰρκτῆς ἄρχων ἤρξατο ἐρᾶν τῆς γυναικὸς εὐπρεπεστάτης οὔσης. Ὁ δὲ Καβάδης παρεκάλει τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἰ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου, Τούτου δὲ γενομένου ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευσε Φίλος δὲ Καβάδῃ ὀνόματι Σεσώσης ἐδήλου τῷ Καβάδῃ διὰ τῆς γυναικὸς ὡς ἵππους καὶ ἄλιδρας ἐμπαρασκ.","prev":{"citation":"Compendium Historiarum 1.346","label":"1.346","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.346","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.346"},"next":{"citation":"Compendium Historiarum 1.348","label":"1.348","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.348","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.348"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}