{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.352","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.352","ref":"1.352","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.352","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.352","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.352.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":408,"text":"πόλεις καὶ Κύριλλον τὸν στρατηγὸν Θράκης, καὶ ἦλθε πραιδεύων ἕως Βυζαντίου. Ἀναστάσιος δὲ ἀπογνοὺς πέμπει πρὸς εἰρήνην, ὀμνύων σὺν τῇ συγκλήτῳ τοὺς ἐξορισθέντας ἀνακαλεῖσθαι καὶ Μακεδόνιον καὶ Φλαβιανὸν ἀπολαβεῖν τοὺς ἰδίους θρόνους, καὶ σύνοδον γενέσθαι ἐν Ἡρακλείᾳ, ἐρχομένου καὶ τοῦ Ῥώμης. Βεβαιωσάντων δὲ πάντων ταῦτα γενέσθαι, ὁ Βιταλιανὸς ἀπῆλθεν εἰς τὰ ἴδια γενομένης εἰρήνης. Ἐλθόντων δὲ ἐπισκόπων ἐν Ἡρακλείᾳ ὡσεὶ διακοσίων ἐκ διαφόρων τόπων, ὁ ἀσεβής βασιλεὺς παραβὰς τὰς συνθήκας μετὰ καὶ Τιμοθέου ἐπισκόπου Κωνσταντινουπόλεως τούτους ἐνέπαιξαν, καὶ ἀνεχώρησαν ἄπρακτοι. [Ρ. ὅΙ] Τῷ κδʹ ἔτει ὁ Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς στρατοπέδοις Ἀναστασίου καὶ τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἁρπάζων καὶ ἀφοπλίζων, καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως πιπράσκων. Τῷ κεʹ ἔτειΟὗννοι οἱ λεγόμενοι Σαβὴρ, τὰς Κασπίας πύλας περάσαντες, τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλατίαν καὶ Πόντον ληῖζόμενοι, ὡς καὶ τὰ Εὐχάϊτα μικροῦ παραστήσασθαι· ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος σχεδὸν κινδυνεύων εἰς Γάγγραν διεσώθη. Ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν ἐκεῖ προσέταξεν φυλάττεσθαι, πέμψας, ὥς φασιν, καὶ τὸν ἀναιρήσοντα αὐτόν. Τελειωθεὶς δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινίκου, πολλὰς ἰάσεις ἐπιτελῶν. Μέλλοντος δὲ αὐτοῦ ἐν τῷ τάφῳ τίθεσθαι, ἄρας τὴν δεξιὰν χεῖρα κατεσφραγίσατο τῷ σταυρῷ, καὶ οὕτως κατετέθη. Καὶ Θεοδώρῳ δέ τινι τῶν συνόντων εἶπεν ἐν ὁράματι· Ἐκλαβοῦ, καὶ ἄπελθε, καὶ ἐπανάγνωθι Ἀναστασίῳ λέγων· Ἑγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τὸν Δεσπότην μου, ἄχρις οὖ ἔλθῃς καὶ εἰς δίκην εἰσέλθωμεν. Τούτῳ τῷ ἔτει Ἀλεξανδρεῖς πλεῖστοι, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν. Καθ´ ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα ὅτι διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου ταύτης πάσχουσι, Τῷ δ´ αὐτῷ ἔτει Ἀριάδνη ἡ βασιλὶς ἐτελεύτησεν. Ἐπίσκοπον δέ τινα τὸν Οἰνιάνδον λεγόμενον ἀκούσας ὁ μιαρὸς Ἀναστάσιος ὡς εὐφυῶς διαλέγεται καὶ πάντας ἐπιστομίζει τοὺς τῷ δόγματι αὐτοῦ προσαν έχοντας, προσκαλεσάμενος ἔφη· Γενοῦ τῆς ἐμῆς μοίρας, θαυμασιώτατε, καὶ πᾶν ὅπερ αἰτήσεις παρ´ ἡμῶν λήψῃ τάχιστα. Ὁ δὲ πρὸς αὐτόν· Σὺ μᾶλλον τῆς ὀρθοδόξου μοίρας γενοῦ, καὶ μὴ τῇ δόξῃ τῶν ἀσεβῶν Σεβήρου καὶ Εὐτυχοῦς καὶ Διοσκόρου ἑπόμενος κληρονομήσῃς τὸ πῦρ τὸ αἰώνιον. Καὶ ταῦτα εἰπών ἐδράξατο τῆς χλαμύδος τοῦ βασιλέως, λέγων· Τοῦτο τὸ ἱμάτιον οὐδαμῶς εἰς ᾅδου συγκαταβήσεταί σοι, Βασιλεῦ,, ἀλλὰ μόνη ἡ θεοσέβεια καὶ ἀρετῶν κτῆσις. Ἄφες τὴν Ἐκκλησίαν, ἣν ὁ Χριστὸς διὰ τοῦ ἰδίου αἴματος ἐξηγόρασεν. Ἀμαθὴς εἶ καὶ ἀσυλλόγιστος. Οὐδὲν τῶν τῆς Ἐκκλησίας δογμάτων ἀκριβῶς ἐπίστασαι, ἀλλ´ ἢ πλάναις καὶ βωμολοχίαις μορμολύττῃ τοὺς ἄφρονας. Ἀρκοῦ, βασιλεὺς ὤν, εἰς τὸ σὸν ἀξίωμα, καὶ τοὺς","prev":{"citation":"Compendium Historiarum 1.351","label":"1.351","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.351","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.351"},"next":{"citation":"Compendium Historiarum 1.353","label":"1.353","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.353","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.353"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}