{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.36","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.36","ref":"1.36","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.36","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.36","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.36.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":444,"text":"ἤδη γεγηρακότα καὶ ταλαιπωρήσαντα· ᾧ καὶ παραχωρεῖ τῆς βασιλείας εὐθὺς, καὶ οὗτος δυνατὸς ὤν ἄλλα ἔτη ἐξήκοντα δύο κατὰ τὴν Ἰταλίαν βασιλεῦσαι λέγεται. Βῆλος δὲ ὁ υἱὸς διὰ τὸ ὀξυκίνητος εἶναι οὕτως ἐκλήθη, καὶ δύο ἔτη βεβασιλευκώς Ἀσσυρίων τελευτᾷ. Νῖνος δὲ ὁ τούτου θεῖος ἐγκρατὴς γενόμενος τῆς ἀρχῆς νθ´ ἔτη τῶν Ἀσσυρίων ἐβασλευσεν. Ἐκ τοῦ γένους οὖν αὐτοῦ καὶ Ζωροάστρης ὁ περιβόητος ἀστρονόμος ἐν Πέρσαις γενόμενος ηὔξατο ὑπὸ πυρὸς ἀερίου κεραυνωθῆναι καὶ ἀναλωθῆναι, ἐντειλάμενος τοῖς Πέρσαις τὰ ὁστᾶ αὐτοῦ μετὰ τὴν καῦσιν ἀναλαβεῖν καὶ φυλάττειν αὐτοὺς καὶ τιμᾷν· καὶ ἕως οὗ, φησὶ, σώσεσθε ταῦτα, τὸ βασίλειον τῆς ὑμῶν χώρας οὐκ ἐκλείψει. Οὕτως οὖν τούτου πυρὶ οὐρανίῳ τεφρωθέντος τὰ λείψανα αὐτοῦ διὰ τιμῆς εἶχον οἱ Πέρσαι, ἕως τούτου καταφρονήσαντες καὶ τῆς βασιλείας ἐξέπεσον. Τοίνυν μετὰ Νῖνον τὸν τοῦ Διὸς ἀδελφὸν Θοῦρος τῶν Ἀσσυρίων βασιλεύει. Τοῦτον ὁ πατὴρ αὐτοῦ Ζάμις, ὃς ἠν τῆς Ῥέας ἀδελφὸς, ἐπὶ τῷ ὁνόματι τοῦ πλάνητος ἀστέρος Ἄρεα ἐκάλεσεν. ν δὲ ὁ Ἄρης οὗτος πικρὸς καὶ ἄγαν δυσκαταγώνιστος πολεμιστὴς, ὃς Καυβκάσῳ τινὶ ἀνδρὶ γιγαντογενεῖ δυνατῷ, ἐκ τῆς φυλῆς Ἰάφεθ ὡρμημένῳ, ἐπελθὼν καὶ καταπολεμήσας καὶ ἀνελὼν παρέλαβε τὴν χώραν αὐτοῦ, καὶ ἐπὶ τὴν Θρᾷκην ἐλθὼν καὶ τελευτήσας ἐκεῖ θάπτεται. Τούτῳ τῷ Ἄρεῖ πρώτην στήλην ἀνέστησαν οἱ Ἀσσύριοι, καὶ ὡς Θεὸν προσκυνοῦσι, Βάαλ ὀνομάζοντες, ὃ ἐρμηνεύεται Ἄρης πολέμων Θεός. Μετὰ τοῦτον Λάμις τῶν Ἀσσυρίων ἐβασίλευσεν, εἶτα Σαρδανάπαλος ὁ μέγας, ὃν καὶ ὁ Διὸς καὶ Δανάης υἱὸς Περσεὺς ἀποκτείνας, καὶ ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν ἀφελόμενος, εἰς τὸ ἴδιον ὄνομα Πέρσας μετωνόμασεν αὐτοὺς, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ ὴ λανθανέτω δὲ μηδένα ἀνθρώπων τῶν ἀληθείας ἀντιποιουμένων, ὅτι Πῖκος οὗτος ὁ Ζεὺς πάντων ἀνθρώπων τῶν ἀπ´ αἰῶνος [Ρ.ΓΤ] ἐξεγηγερμένων πλάνων, γοήτων, φαντασιαστῶν, μάγων δεινῶν, μυσαρῶν, τελεστῶν ἐκτόπων, αὐτὸς ἦν μυσαρώτερος καὶ δραστικώτερος καὶ βδελυρώτερος, μοιχείαις καὶ ἀνδρομανίαις καὶ ἀῤῥητοποιίαις τε πάσαις καὶ μιαρίαις καὶ ἀκαθαρσίαις καὶ πάσαις ἀθεμιτουργίαις καὶ αἰσχρουργίας ἐναγεστάταις ἐκ νηπίου ἕως ἑκατὸν εἴκοσι χρόνων τῆς ζωῆς αὐτοῦ τοσαῦτα γάρ φασιν αὐτὸν ζῆσαι] ἐσχολακὼς, πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ´ αὐτὸν ἀθεμίτους ὑπερβαλών. Πνεῦμα γὰρ θεομάχον καὶ ἀκαθαρτότατον πάντων πνευμάτων πονηρῶν ἦν ἐπ´ αὐτῷ, ὃς ἐπὶ πλείους χρόνους τῆς Ἰταλίας βασιλεύσας δι´ ὑπερβολὴν τοῦ ὑψίστου καὶ μόνου Θεοῦ μακροθυμίας, καὶ πάσας κόρας ὡραίας, ὅσας λίχνοις, εἶδεν ὀφθαλμοῖς, διαφθείρας, εἰς οʹ ποσουμένας, καὶ ταῖς πολλαῖς αὐτῶν μετὰ φαντασιῶν ἀῤῥήτων καὶ μυστικῶν συναπτόμενος, οὐ μὴν δὲ ἀλλὰ καὶ ταῖς πλείοσι τῶν αὐτοῦ θυγατέρων, θεὸν φημίζεσθαι τοῦτον καὶ ἀνακηρύττεσθαι τοῖς πολλοῖς ἀνέπεισε. Καὶ τὸ δὴ χεῖρον ἔτι τούτου καὶ ἀτοπώτερον, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν καὶ ταφὴν τὴν ἐν τῇ Κρήτη. κατὰ πρόσταξιν αὐτοῦ, οἱ οἰκεῖοι αὐτοῦ ναὸν καὶ μνημεῖον οἰκοδομήσαντες κατέθαψαν, ᾧ καὶ οὕτως ἐπέγραψαν· «Ἐνθάδε κεῖται θανὼν Πῖκος ἀ καὶ Ζεύς.» Καὶ μετὰ ταῦτα ἡ τοῦ θεομισοῦς αὐτοῦ καὶ ὑπερηφάνου πνεύματος ὁσμὴ τὴν οἰκουμένην","prev":{"citation":"Compendium Historiarum 1.35","label":"1.35","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.35","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.35"},"next":{"citation":"Compendium Historiarum 1.37","label":"1.37","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.37"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}