{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.37","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.37","ref":"1.37","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.37","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.37.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":422,"text":"διατρέχουσα, βασιλέων τε καὶ ἀρχόντων καὶ λαῶν ἀσυνέτων καὶ ἐθνῶν καρδίας πληρώσασα, ἔως τῆς τοῦ Λόγου Θεοῦ σαρκώσεως καὶ ἐπὶ τὰ ἔθνη δι´ ἀποστόλων ἀγίων καὶ μαρτύρων ἀναδείξεως πᾶσαν ψυχὴν ἀγνοίᾳ καὶ ἀσεβείᾳ κρατουμένην εἰς λατρείαν καὶ προσκύνησιν τοῦ ψευδωνύμου Θεοῦ τούτου τοῦ Διὸς προετρέπετο καὶ τῶν ὁμοίων αὐτοῦ δαιμόνων καὶ συγγενῶν. Εἶναι δὲ τὴν τούτου μητέρα Σεμίραμιν καὶ αὐτὸν τὸν Δία καὶ τὴν γενεὰν αὐτοῦ κατὰ τοὺς χρόνους ἱστοροῦσι τοῦ Ἀβραάμ· ἔπρεπε γὰρ τοῦ διαβόλου εἰς λύμην πολλῶν τὴν κατὰ τὸν ἔχθιστον τοῦτον Δία γενεὰν ἐκλεξαμένου, τότε καὶ τὸν Θεὸν τὸν ἀληθῆ εἰς πολλῶν σωτηρίαν τὸν δίκαιον καλέσαι Ἀβραάμ. Οὐτος ὁ Ζεὺς πρὸς τοῖς ἄλλοις υἱοῖς ἔσχε καὶ Φαῦνον καὶ Περσέα καὶ Ἀπόλλωνα· ἀλλὰ τὸν μὲν Φαῦνον ἐπ´ ὀνόματι τοῦ πλάνητος ἀστέρος ἐκάλεσεν Ἐρμῆν, ὃς καὶ μετὰ τὴν Διὸς τελευτὴν ἐβασίλευσε τῆς Ἰταλίας ἔτη τριάκοντα πέντε, ἦν δὲ πανοῦργος ἀνὴρ καὶ μαθηματικὸς καὶ λογιώτατος. Ἐπεὶ δὲ ὑπὸ τῶν ἄλλων ἀδελφῶν ἐπεβουλεύθηαὐτὸς γὰρ Μαιάδος γυναικὸς ἦν υἱὸς, ἣν πρώτην ἔσχεν ὁ Ζεὺς ἐν Ἰταλίᾳ, Ἀλκμήνην [Ρ. Ι δὲ τὴν Θηβαίαν μετ´ αὐτὴν, ἐξ ἦς τὸν τριέσπερον ἔσχεν Ἡρακλέα), πολὺν χρυσὸν ἐγκολπωσάμενος εἰς Αἴγυπτον ἦλθε, καὶ τῇ τούτου ἐπιδόσει καὶ τῷ λόγῳ καὶ τῇ μαντείᾳ καὶ τοῖς χρησμῳδήμασιν ἀγαπηθείς καὶ ὑπ´ αὐτῶν ἀποθεωθείς, Μεστρέμ τοῦ υἱοῦ Χἀμ τοῦ ἐκεῖ βασιλεύοντος ἀποθανόντος εὐθὺς ἀναγορεύεται, καὶ ἐν ὑπερηφανίᾳ καὶ τῶν μελλόντων προῤῥήσει ὡς θεὸς κλεῖζόμενος ἐπὶ λθ´ ἔτη Αἰγύπτου βασιλεύει. Ὁ δὲ Ἀπόλλων πνεύματι Πύθωνος ἐκ νεότητος κάτοχος ὢν ἕως τελευτῆς αὐτοῦ, οὐδὲ μετὰ τελευτὴν αὐτοῦ τῆς φληναφείας ἐπαύσατο ὁ πονηρός· ἔστι γὰρ τοῦτο εἶδος πνεύματος μαντικώτατον, πολλὰ μὲν ἀληθῆ, τὰ δὲ πλεῖστα λέγον ἀμφίβολα καὶ ἀμφιῤῥεπῆ διὰ τὴν ἄγνοιαν. Ὁ δὲ Ἰρακλῆς πρῶτος κατέδειξε φιλοσοφεῖν ἐν τοῖς Ἑσπερίοις μέρεσι. Τοῦτον ἀπεθέωσαν οἱ ἐκ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, καὶ ἐκάλεσαν ἐν τῷ οὐρανῷ ἀστέρα ἐπ´ ὀνόματι αὐτοῦ. Ὅντινα Ἡρακλέα ἐγγράφουσιν ἀντὶ χιτῶνος δορὰν λέοντος ἠμφιεσμένον καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα, ἅπερ ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πονηρὸν καὶ ποικίλον τῆς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου ἤτοι τῆς φιλοσοφίας, ἔχοντα πεοιβόλαιον γενναῖον φρόνημα ὡς δορὰν λέοντος, καὶ οὕτως ἀφελόμενον τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιληδονεῖν, τὸ μὴ φιλαργυρεῖν. Διὰ γὰρ τοῦ ῥοπάλου, τῆς καρτερικῆς ψυχῆς, καὶ τῆς δορᾶς, τουτέστι τοῦ σώφρονος λογισμοῦ, ἐνίκησε τὸν γήινον τῆς φαύλης ἐπιθυμίας ἀγῶνα, φιλοσοφήσας ἄχρι θανάτου, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστόρησε γενέσθαι ἐπτά. Ὁ γοῦν Ἑρμῆς γνοὺς τὴν κατ’´ αὐτοῦ συσκευὴν τῶν ἀδελφῶν αὐτοῦ, ὡς εἴπομενπερί που γὰρ τοὺς οʹ ὑπῆρχον ἀπὸ διαφόρων γυναικῶν γεννηθέντες τῷ","prev":{"citation":"Compendium Historiarum 1.36","label":"1.36","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.36","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.36"},"next":{"citation":"Compendium Historiarum 1.38","label":"1.38","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.38","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.38"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}