{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.39","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.39","ref":"1.39","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.39","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.39","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.39.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":402,"text":"δὲ, φασὶ, πολεμιστὴς, ὃν συμπεσόντα τῷ ἴππῳ πληγῆναι τὸν πόδα καὶ χωλεύοντα ἄχρι τέλους διαρκέσαι. Ἀπεθεώθη δὲ ὁ Ἥφαιστος ὑπ Αἰγυπτίων διὰ τὸ νομοθετῆσαι μονανδρεῖν καὶ σωφρόνως βιοῦν τὰς γυναῖκας τῶν Αἰγυπτίων, τὰς δὲ μοιχευομένας τιμωρεῖσθαι, ἀλλὰ μὴν καὶ ὡς ὁ Πλάτων, πολεμικῶν καὶ γεωργικῶν ἐργαλείων τὴν ἐκ σιδήρου κατασκευὴν αὐτοῖς ὑποδείξαντα· λίθοις γὰρ καὶ ῥοπάλοις ἐπολέμουν πρὸ αὐτοῦ, τοῦτον δέ φασι διὰ μυστικῆς εὐχῆς τὴν ὀξυλάβην δεξάμενον ἐκ τοῦ ἀέρος, οὕτω τὴν χαλκευτικὴν Αἰγυπτίοις παραδοῦναι. Μετὰ δὲ Ἥφαιστον ὁ υἱὸς αὐτοῦ Ἢλιος καλούμενος ἐπὶ εἴκοσι [Ῥ. ἂΟ] καὶ ἥμισυ ἔτη τῆς Αἰγύπτου ἐβασίλευσε, καὶ μετ´ αὐτὸν Σῶσις, εἶτα Ὅσιρις, μεθ´ ὃν Ὦρος, καὶ μετ´ αὐτὸν Θούλης, ὃς καὶ ἕως τοῦ Ὡκεανοῦ πᾶσαν τὴν γῆν παρείληφεν. Ἐπὶ δὲ τὴν Ἀφρικὴν ὑποστρέφων εἰς τὸ μαντεῖον ἐπυνθάνετο τίς πρὸ αὐτοῦ καὶ τίς μετ´ αὐτὸν οὕτω δυνήσεται· ἀκοῦσαι δὲ τοῦ χρησμοῦ οὕτως· «Πρῶτα Θεὸς, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δέ εἰσι τάδε, ὧν κράτος αἰώνιον. Ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον.» Τοῦτον εὐθὺς τοῦ μαντείου ἐξεληλυθότα οἱ ἴδιοι ἐν αὐτῇ τῇ Ἀφρικῇ κατέσφαξαν. Μετὰ δὲ τοῦτον Σέσωστρις τῶν Αἰγυπτίων ἐπὶ εἴκοσιν ἔτη ἐβασίλευσεν. Οὗτος Ἀσσυρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος ὑπέταξε, καὶ τὴν Ἀσίαν, Εὐρώπην καὶ Μυσίαν καὶ Σκυθίαν. Ὑποστρέφων δὲ δεκαπέντε χιλιάδας ἀνδρῶν νεανίσκων, Σκυθῶν μαχιμωτάτων ἐπιλέκτων, ἐν τῇ Περσικῆ γῇ κατῴκισεν. Ἐπὶ τούτου Ἑρμῆν φασιν ἐν Αγύπτῳ θαυμαστὸν ἄνδρα γνωσθῆναι καὶ φοβερὸν ἐπὶ σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τοῦ Δημιουργοῦ τῶν ὅλων Θεοῦ, μίαν θεότητα εἶναι εἶπε· διὸ καὶ Τρισμέγιστος Ἑρμῆς κατωνόμασται Ὃς οὕτω πρός τινα Ἀσκληπιὸν αὐτοῖς ρήμασιν ἔφη· «Ἡν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοῦ αἴτιον, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης. Ἀεὶ ἐν αὐτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῖ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ Θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ Κύριος καὶ Θεὸς καὶ Πατήρ· καὶ πάντα ὑπ´ αὐτοῦ καὶ ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν.» Οὕτως εἰπὼν ὁ Ἑρμῆς ηὔξατο· «Ὁρκίζω σε, οὐρανοῦ μεγάλου ἐργάτα, ὁρκίζω σε, φωνὴ Πατρὸς, ἣν ἐφθέγξατο πρώτην, τὸν μονογενῇ λόγον αὐτοῦ, ἵλεως ἔσο.» Τῶν φωνῶν τούτων καὶ ὁ ἱερὸς Κύριλλος ἐμνήσθη εἰπών ὅτι καὶ ὁ Τρισμέγιστος Ἑρμῆς Τριάδα ὡμολόγει. Ὁ δὲ Σέσωστρις μετὰ τὴν νίκην τὴν Αἴγυπτον καταλαβὼν τελευτᾷ. Ἀνέστη δὲ μετ´ αὐτὸν βασιλεὺς ἐπ´ Αἴγυπτον Φαραῶ ὁ καὶ Ναρεχὼ καλούμενος, κρατήσας ἔτη, ὥς φασι,","prev":{"citation":"Compendium Historiarum 1.38","label":"1.38","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.38","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.38"},"next":{"citation":"Compendium Historiarum 1.40.1-20","label":"1.40.1 to 1.40.20","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.40.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.40.1"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}