{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.412","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.412","ref":"1.412","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.412","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.412","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.412.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":419,"text":"καὶ Ῥαβίαν. Ὁ δὲ Μούδαρος τίκτει Κούσαρον καὶ Καῖτον καὶ Θεμίνην καὶ Ἀσσαδὸν καὶ ἄλλους τινὰς ἀνωνύμους Ρ. Α] ο] τὴν Μαδιὰμ καὶ τὴν ἔρημον κληρωσάμενοι ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες· εἰσὶ δὲ καὶ οἱ ἐνδότεροι αὐτῶν ἐκ τῆς φυλῆς τοῦ Ἰεκτὰν, οἱ λεγόμενοι Ἀμανῖται, τουτέστιν Ὁμηρῖται, οἶ καὶ ἔμποροι. Ἀπόρου δὲ ὄντος τοῦ Μωάμεδ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν συγγενίδα αὐτοῦ, ὀνόματι Χαδιχᾶ, μισθωτὸς ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι. Κατ´ ὀλίγον δὲ παῤῥησιασάμενος ὑπεισῆλθε τῆ γυναικὶ χήρᾳ οὕσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα. Ἐρχόμενος δὲ ἐν Παλαιστίνη συνανεστρέφετο Ἰουδαίοις καὶ Χριστιανοῖς, καὶ ἐθήρα ἐξ αὐτῶν τινα Γραφικά. Ἐπεὶ δὲ δαιμονιῶν ἦν, ἐνόσησε δὲ καὶ ἐπιληψίαν, ἐθεράπευε τὴν γυναῖκα λυπουμένην σφόδρα ὅτι ἦν εὐγενὴς καὶ ὅτι συνήφθη τοιούτῳ ἀπόρῳ καὶ δαιμονιῶντι, λέγων· Ἀγγέλου ὀπτασίαν λεγομένου Γαβριὴλ θεωρῶ καὶ πίπτω. Αὕτη δὲ ἔχουσα μοναχὸν διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε ὄντα, φλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου· κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν, ὅτι Ἀληθῶς λέγει· οὗτος γὰρ ἄγγελος πέμπεται πρὸς πάντα προφήτην. Καὶ αὐτὴ πιστεύσασα τῷ λόγῳ τοῦ ψευδαββᾷἕκήρυξε καὶ ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς, καὶ οὔτως ἐκ γυναικῶν ἦλθεν εἰς ἄνδρας. Καὶ πρῶτον Ἀβουβάχας διάδοχον κατέλιπε. Καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τοῦ Αἰθρίβου ἕως τοῦ ἐσχάτου πολέμου, πρώην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς θʹ. Οὗτος ὁ θεομισὴς καὶ ἐμβρόντητος περιτυχών Ἑβραίοις καὶ Ἀρειανοῖς καὶ Νεστοριανοῖς, καὶ πάντοθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ Λόγον καὶ Πνεῦμα κτιστὰ, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προφάσει θεογνωσίας εἰσποιησάμενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι καὶ ἄνδρας καὶ γυναῖκας καὶ ἕνα μόνον προσκυνεῖν Θεὸν, τὸν δὲ Χριστὸν τιμᾷν ὡς Λόγον Θεοῦ, οὐχ ὡς Υἱὸν δέ, ἀλλ´ ὡς ἐκ Πνεύματος ἁγίου γεγενημένον· λόγον δὲ καὶ πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμενον ὑπονοεῖν, οὐκ ἐνυπόστατα οὐδὲ τῷ Γεννήτορι ὁμοούσια· τὴν δὲ ἁγίαν Παρθένον Μαρίαν μὴ λέγειν Θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφήν· μηδὲ βαπτίζεσθαι, μηδὲ σαββατίζειν, μήτε δὲ τοῖς νομικοῖς ἢ εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύττεσθαι τὸν σταυρὸν, καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Χριστοῦ ὁμολογεῖν. Παρηγγυήσατο δὲ αὐτοῖς καὶ τῶν καθόλου ἀπηγορευμένων τῷ νόμῳ [Ρ. Αῦ] μετέχειν, πλὴν κρεῶν χοιρείων, οἵνῳ δὲ παντάπασι μὴ χρῆσθαι. Τοιοῦτόν τι μυθευσάμενος ἑαυτόν φησι κλειδοῦχον γεγενῆσθαι τοῦ παραδείσου, καὶ κατὰ τὴν ἡμέραν τῆς κρίσεως, μετὰ τὸ παραστῆναι τὸν Μωσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβάτας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι, αὖθις Ἰησοῦν παραστῆναι [καὶ] ἀρνησάμενον ἔμπροσθεν Θεοῦ ὅτι οὐκ εἶπεν ἑαυτὸν εἰναι Υἱὸν Θεοῦ, τοὺς δὲ Χριστιανοὺς, ὡς τοιοῦτον τολμήσαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ Θεὸν αὐτὸν καὶ Υἱὸν Θεοῦ καὶ Λόγον σεσαρκωμένον καὶ σταυπ","prev":{"citation":"Compendium Historiarum 1.411","label":"1.411","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.411","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.411"},"next":{"citation":"Compendium Historiarum 1.413","label":"1.413","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.413","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.413"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}