{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.415","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.415","ref":"1.415","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.415","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.415","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.415.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":403,"text":"Κουβὰρ ἀλλὰ. Καὶ τὸ μὲν ἀλλὰ ἐρμηνεύεται ὁ Θεὸς ὁ Θεὸς, τὸ δὲ Οὐὰ μεῖζον, τὸ δὲ Κουβὰρ μεγάλη ἤτοι σελήνη καὶ Ἀφροδίτη. Ὅπερ ἐστὶν οὕτως· Ὁ Θεὸς ὁ Θεὸς μείζων καὶ ἡ μεγάλη, εἴτ´ οὖν Ἀφροδίτη, Θεός. Καὶ τοῦτο σαφηνίζει ἡ ἐπαγωγὴ τοῦ τελευταίου ἀλλὰ. Ἅπερ ἅπαντα ἐπικεκρυμμένως τῇ ἰδιότητι τῆς ἑαυτῶν γλώττης λαλοῦσιν. Ἀλλὰ τοὺς μὲν χοιρώδεις καὶ τελματώδεις καὶ μηδὲν πλέον τῆς ἡδονῆς καὶ, τοὺς νοσοῦντας, πρὸς τὰ ἑξῆς τῆς ἰστορίας χωρείτω. ἔ Μετὰ δέ γε τὸν θάνατον τοῦ θεηλάτου Μουχούμετι ἐφάνη κατὰ μεσημβρίαν ἀστὴρ ὁ λεγόμενος Δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτειαν. Ἔμεινε δὲ ἐπὶ ἡμέρας τριάκοντα, διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. Ἡν δὲ ἐιφοειδής. Τῷ κδ´ ἔτει Ἀβουβάχαρ τελευτᾷ, ἀμηρεύσας ἔτη δύο ἥμισυ, καὶ ἀντ´ αὐτοῦ κρατεῖ Οὔμαρος, ὃς παρἐλρβε Βόστραν τὴν πόλιν καὶ ἄλλας πολλὰς, καὶ ἦλθε μέχρι τοῦ Γαβιθᾶ. Τούτῳ συμβαλὼν Θεόδωρος ὁ τοῦ Ἡρακλείου ἀδελφὸς καὶ ἡττηθεὶς πρὸς τὸν βασιλέα ἔρχεται ἐν Ἐδέσῃ. Ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγὸν Βοάνην, τὸν δὲ σακελλάριον Θεόδωρον μετὰ Ῥωμαϊκῆς δυνάμεως πέμπει κατὰ Ἀράβων. Παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν καὶ τὸν ἀμηρᾶν αὐτῶν, καὶ εἰς τὸν [Ρ. ἀλδ] Βαρδανίσιον ποταμὸν παραφοσσατεύει. Ἡράκλειος δὲ ἀπελπίσας καταλιμπάνει τὴν Συρίαν, καὶ ἄρας τὰ τίμια ξύλα ἀπὸ Ἰεροσολύμων ἐπὶ Κωνσταντινούπολιν ἀπήει. Βοάνην δὲ ἀπὸ Δαμασκοῦ εἰς Ἔμεσαν στρέφει, καὶ Θεόδωρον σακελλάριον ἔχοντα στρατὸν χιλιάδας μʹ. Καὶ διώκουσι τοὺς Ἀραβας ἀπὸ Ἐμέσης ἕως Δαμασκοῦ Τῷ κε´ ἔτει ἐπιστρατεύουσιν οἱ Σαρακηνοὶ μετὰ πλήθους Ἀράβων, καὶ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι. Στασιάσαντες δὲ οἱ περὶ Βαάνην Ἡράκλειον ἀποκηρύττουσι καὶ Βαάνην ἀναγορεύουσιν βασιλέα. Ἐν τούτοις ὑποχωροῦσιν οἱ περὶ τὸν σακελλάριον, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι μετὰ Βαάνους πόλεμον καὶ ἡττῶσιν αὐτόν· ἀνέμου γὰρ πνεύσαντος βιαίου νότου κατὰ Ῥωμαίων, καὶ μὴ δυναμένων τοὺς ἐχθροὺς ἀντωπῆσαι. διὰ τὸν πολὺν κονιορτὸν, δεινῶς τρέπονται, καὶ ῥίπτοντες ἑαυτοὺς εἰς τοὺς στενωποὺς τοῦ ποταμοῦ Ἰερμοχθᾶ διεφθάρησαν αἱ τεσσαράκοντα χιλιάδες. Παρέλαβον δὲ καὶ τὴν Δαμασκὸν καὶ τὰς χώρας τῆς Φοινίκης, καὶ οἰκίζονται ἐκεῖ. Εἶτα στρατεύονται κατ´ Αἰγύπτου, καὶ λαβόντες καὶ αὐτὴν κατοικοῦσιν ἐν αὐτῇ. Τῷ κϛʹ ἕτει, στρατεύει Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παραλαμβάνει λόγοις τὴν ἀγίαν πόλιν Σωφρονίου πατριάρχου ὄντος. Εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ καμήλου ἐνδύμασιν ἠμφιεσμένος ἐῤῥυπωμένοις ὑπόκρισίν τε Σατανικὴν ἐνδεικνύμενος, τὸν ναὸν ἐζήτει τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομῶν, προσκυνητήριον ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. Τοῦτον ἰδὼν Σωφρόνιος ἔφη· «Ἐπ´ ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἐστὼς ἐν τόπῳ ἁγίῳ!» πολλοῖς τε δάκρυσι τοὺς Χριστιανοὺς ἀπωδύρετο. Παρεκάλεσεν οὖν αὐτὸν λαβεῖν σινδόνα καὶ ἐνδύσασθαι· ὁ δὲ οὐ","prev":{"citation":"Compendium Historiarum 1.414","label":"1.414","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.414","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.414"},"next":{"citation":"Compendium Historiarum 1.416","label":"1.416","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.416","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.416"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}