{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.439","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.439","ref":"1.439","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.439","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.439","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.439.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":375,"text":"ἀπήγαγον. Οὓς θεασάμενος Ἀρτέμιος, λόγον τε ἀπαθείας λαβὼν, τὸ μοναδικὸν περιεβάλετο σχῆμα, καὶ εἰς Θεσσαλονίκην ἐξορίζεται. Λέων δὲ ὁ Ἴσαυρος τῶν Ἀνατολικῶν στρατηγὸς ὢν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ, ἔχων συναγωνιψχη ημμμῃ·ἥμμύμ,, ω, αμναιον ᾖ καὶ τιοι ουμιιτο τὴν οματέρα. Θεοδόσιος βασιλεὺς Ῥωμαίων ἔτη βʹ, ἐφ´ οὗ Μασαλμᾶς ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐπεστράτευσεν· κατὰ Ῥωμαίων. Καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει πρὸς Λέοντα τῶν Ἀνατολικῶν ατρατηγόν· Ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει, Ἐλθὲ οὖν [Ρ] καὶ λαλήσομεν τὰ πρὸς εἰρήνην. Ὁ δὲ πρὸς αὐτὸν ἀποστείλας ὑπάτους καὶ λόγους εἰρήνης ποιησάμενος, καὶ ὡς βασιλεὺς φημισθείς, ἐπὶ τὴν Νικομήδειαν ἔρχεται μετὰ πλείστου στρατοῦ. Ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ περιτυχὼν ἐν πολέμῳ καὶ χειρωσάμενος μετὰ τῆς βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει τοῦ παλατίου, καταλαμβάνει τὴν Χρυσόπολιν. Ὁ δὲ Θεοδόσιος λόγους ἀπαθείας παρ´ αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν τῷ υἱῷ γενόμενος. Οὗτος ἦν καὶ χρυσογράφος. Τελευτᾷ δὲ ἐν Ἐφέσῳ, καὶ τίθεται ἐν τῷ ναῷ τοῦ Ἀγίου Φιλίππου ὑπὸ γῆν, γράφει δὲ ἐν τῷ τάφῳ αὐτοῦ· Ὑγεία. Λέγουσι δέ τινες τῶν ἐντοπίων θαυματουργεῖν αὐτόν, Ἐλθών δὲ Μασαλμᾶς ἐν Περγάμῳ ταύτην παρέλαβεν· εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα ταύτην ἀνέτεμον, καὶ τὸ βρέφος ἐν κακάβῳ ἑψήσαντες εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι τὰ μανίκια τῆς δεξιᾶς χειρὸς αὐτῶν ἔβαψαν. Κἀντεῦθεν δικαία τοῦ Θεοῦ κρίσει τοῖς ἐχθροῖς παρεδόθησαν. Κόσμου ἔτος ϛσθʹ, τῆς θείας σαρκώσεως ψγ, Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος καὶ εἰκονομάχος, ἐβασίλευσεν ἔτη κδ´. Πρὸ ὀλίγων τινῶν χρόνων τῆς βασιλείας Λέοντος Ἑβραῖοί τινες ἐκ Λαοδικείας τῆς Φοινίκης ἦλθον πρὸς Ἰζὶθ τὸν ἀρχηγὸν Ἀράβων, ἐπαγγελλόμενοι αὐτῷ ἔτη μʹ κρατῆσαι τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν τιμωμένας σεπτὰς εἰκόνας ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ καταλύσει. Τούτοις πεισθεὶς ὁ ἀνόητος Ἰζὶθ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων. Ἀλλὰ χάριτι Χριστοῦ καὶ ταῖς πρεσβείαις τῆς πανάγνου Θεοτόκου καὶ πάντων τῶν ἁγίων συντόμως τεθνηκὼς οὐ διαπέμψαι αὐτὸ ἠδυνήθη εἰς τὴν ἐπικράτειαν αὐτοῦ· οὔπω γὰρ διῆλθεν ἐνιαυτὸς, καὶ ἡ θεία δίκη μετῆλθεν αὐτόν. Οὗ ὁ υἱὸς τὴν ἡγεμονίαν δεξάμενος ὡς ψευδομάντεις αὐτοὺς ἐβουλήθη ἀποκτεῖναι. Ὅπερ μαθόντες ἀνέκαμψαν ἐν τοις Ἰσαυρικοῖς μέρεσιν. Εἰς πηγὴν δέ τινα ἀναψυχόντων αὐτῶν, ἰδοὺ οὗτος ὁ Λέων νεανίσκος ἔτι ὧν, καλὸς τῷ εἴδει καὶ εὐμήκης τῷ σώματι, βάναυσος την","prev":{"citation":"Compendium Historiarum 1.438","label":"1.438","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.438","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.438"},"next":{"citation":"Compendium Historiarum 1.440","label":"1.440","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.440","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.440"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}