{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.464","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.464","ref":"1.464","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.464","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.464","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.464.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":381,"text":"ποιήσω, εἰ τοὺς θησαυρούς σου καταμηνύσεις μοι.» Ἰ δὲ συνετῶ τῷ φρονήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον, σήμερον δὲ τύραννον ἔφη· «Ἐγὼ μὲν, ὦ ἄνθρωπε, Θεὸν ἡγοῦμαι τὸν ὑψώσαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δ´ ἐμαῖς ἁμαρτίαις τὴν καθαίρεσιν ἐμαυτῆς προσάπτω· ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Οὐ μὴν δὲ ἀγνοεῖς τὰς κατὰ σοῦ μηνυθείσας ἐπιβουλὰς, αἷς εἰ συνυπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. Ἀλλὰ τὸ μεν τοῖς σοῖς ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου πάντα παρελογισάμην, τῷ Θεῷ ἀποδιδοῦσά σε, δι´ οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κατεξουσιάζουσι. Καὶ τὰ νῦν ὡς εὐσεβῆ σε καὶ ἐκ Θεοῦ προβληθέντα βασιλέα προσκυνῶ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί με εἰς τὸν ὑπ´ ἐμοῦ κτισθέντα τῶν Ἐλευθερίου οἶκον, εἰς ψυναγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς.» Ὁ δὲ ἔφη· «Καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι ὄμοσόν μοι μὴ ἀποκρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν ποιῶ.» Ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦτον πολύν, Ὁ δὲ τοῦ ποθουμένου τυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκίπῳ, εἰς ὅ αὐτὴ ᾠκοδόμησε μοναστήριον. Ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους ἐπ´ αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ, φοβηθεὶς μή ποτε οἱ λαοὶ μεμνημένοι τῶν εὐεργεσιῶν αὐτῆς μέλλωσι πάλιν αὐτὴν ἀναγορεύειν, χειμῶνος ἐπικειμένου βαρυτάτου οὐκ ᾤκτειρεν αὐτὴν, ἀλλ´ ἐξώρισεν εἰς Μιτυλήνην, φρουρεῖσθαι αὐτὴν προστάξας. Τῆ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς ἐκ λύπης καὶ ἀθυμίας ἐτελεύτησεν ἐν τῇ αὐτῇ Λέσβῳ. Μετεκόμισε δὲ τὸ σῶμα αὐτῆς ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Πριγκίπου, ἡν αὐτὴ ᾠκοδόμησε. Σφόδρα γὰρ εὐσεβής καὶ φιλάρετος οὐσα πολλὰ ξενοδοχεῖα καὶ γηροκομεῖα καὶ μοναστήρια κατεσκεύασε, καὶ φόρων κουφισμοὺς καὶ ἄλλα πλεῖστα κατωρθώσατο. Κωνσταντῖνον δὲ τὸν υἱὸν αὐτῆς, φιλαργυρίᾳ μᾶλλον ἀγόμενος ἢ οἴκτῳ, προσελάβετο συνέστιον αὐτῷ, οἰόμενος πλοῦτον ἐγκεκρυμμένον φανερῶσαι αὐτῷ. Ὁ δὲὲ φιλοφρονούμενος ὑπ´ αὐτοῦ κουφότητι γνώμης ὑπέδειξεν αὐτῷ τὸν ἐν τῷ ἡμικυκλίῳ, ὃ νῦν λέγεται Σίγμα, θησαυρὸν ἀνακτισθέντα δι´ ὀρθομαρμαρώσεως. Καὶ τοῦτον ἀφελόμενος καὶ αὐτὸν ὁμοίως τῇ μητοὶ αὐτοῦ παρεῖδε. [Ρ. Α] Νικήταν τε τὸν Τριφύλλιον ἀξίως τῆς ἑαυτοῦ γνώμης ἀμειβόμενος, ὡς συναγωνισθέντα αὐτῷ εἰς τὸ κατασχεῖν τὴν βασιλείαν, φαὸμάκῳ ἀνεῖλεν, εὖ γε τῆς ἀξίας ἀνταποδιδούς. Βαρδάνιος δὲ τῆς Ἀνατολῆς στρατηγὸς ὢν ἐν ἑαυτῷ ἐφρόντιζε τῆς βασιλείας ἐπιλαβέσθαι. Τὴν διατριβὴν δὲ ἐν τῷ Φιλομιλίῳ ποιούμενος μοναχῷ τινι τῶν προγνώσεως ἠξιωμένων τὰ τῆς βουλῆς ἀνακοινοῦται, συνίστορα ἔχων Λέοντα τὸν Ἀρμένιον. Ἀκούσας δὲ οὗτος ὁ Βαρδάνιος παρὰ τοῦ μοναχοῦ τὴν τῆς αὐτοῦ","prev":{"citation":"Compendium Historiarum 1.463","label":"1.463","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.463","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.463"},"next":{"citation":"Compendium Historiarum 1.465","label":"1.465","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.465","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.465"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}