{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.48","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.48","ref":"1.48","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.48","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.48","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.48.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":430,"text":"θυσίαν ἐν τῷ ὄρει Σιών· εἰς ἐκεῖνον γὰρ τὸν τόπον [Ρ ὅθ] τὸ θυσιαστήριον ᾠκοδόμησεν Ἀβραὰμ, ἔνθα ὕστερον ὁ Δαβὶδ τὸ ἱερὸν ἱδρύσατο. Τύπος δὲ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός. Καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες ἑνταῦθα κἀκεῖ. Ὅτι πρὸ τῶν προφητῶν τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος φανεὶς ἐν ἀνθρώπου σχήματι τὴν τῶν ἐθνῶν κλῆσιν θεσπίζει, ἡν καθ´ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος εἰς πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας. Καθὼς δέ φησιν ὁ Ἰώσηπος, πρῶτος Ἀβραὰμ Δημιουργὸν τὸν Θεὸν ἐκήρυξε, καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδίδαξε· κἀντεῦθεν ἐπέραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασιλεὺς ὑπ´ αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίαν καὶ μαγείαν ἅτε πολυπείρου καὶ Χαλδαίου τυγχάνοντος. Ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἥρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. Καὶ δὴ τῶν ἀστρολόγων καὶ μάγων συναθροισθέντων ὁ βασιλεὺς ἅμα τῷ Ἀβραὰμ καὶ τοῖς συνήθεσιν ἐκαθέσθη, καὶ ἡσυχίας γενομένης ὁ Ἀβραὰμ ἔφη· «Μαθεῖν βούλομαι παρ´ ὑμῶν τῶν σοφῶν, εἰ δύναται γένεσις καὶ μαγεία βλάψαι τινὰ ἢ ὠφελῆσαι κατὰ τὴν ὑμετέραν δόξαν.» Ἀφ´ ὡν ἀποκριθεὶς ἀστρολόγος εἶπεν ἀδύνατον εἶναι ἄνθρωπον παρὰ γένεσιν τελευτῆσαι. Ὑπὸ δὲ τοῦ Ἀβραὰμ κραταιῶς ἐξελεγχομένων τῶν ἀστρολόγων κελεύει ὁ βασιλεὺς ἀχθῆναίτινα δέσμιον, ὑποβαλόντος Ἀβραὰμ, προκαταδικασθέντα πυρόκαυστον γενέσθαι. Ἀχθέντος δὲ προσέταξεν ὁ βασιλεὺς τὴν αὐτοῦ γένεσιν ἀκριβῶς ἐξερευνησαμένους τὸν τρόπον ζητῆσαι τοῦ θανάτου. Τῶν δὲ συνεχῶς διασκεψαμένων, καὶ εἰπόντων ὅτι «Πυρποληθεὶς πάντως ἀποθανεῖται, τῆς γενέσεως μάλα σαφῶς τοῦτο διαγορευούσης, ἀλλ´ οὐ νῦν, ἔχει γὰρ ἔτι χρόνους ζωῆς, καὶ οὕπω ἐληλύθει ἡ ὥρα τῆς τελευτῆς αὐτοῦ·» καὶ ὁ βασιλεὺς, «Ἐγὼ σήμερον τοῦτον, φήσας, ἀπαλλάξω τοῦ διὰ πυρὸς θανάτου, τῷ ὕδατι ἀνελὼν,» καὶ οὕτω παραυτὰ ποιήσας, ἔργῳ παρέστησεν ὅτι δύναταί τι παρὰ γένεσιν γενέσθαι.» Ἡσυχασάντων δὲ πάντων φησὶν ὁ Ἀβραάμ· «Οὐ μόνον οἱ ἄνθρωποι ἀλλὰ καὶ τὰ ἄλογα ζῶα ὑπόκεινται γενέσει. Ἀλλὰ καὶ οἱ ἄνθρωποι μὲν ἔχουσι τὸ ἐλευθέριον ἐν ἑαυτοῖς, μὴ ὑποκείμενοι γενέσει, καθότι τῆς γενέσεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἔννοια καὶ αὐτεξουσιότης, ἐκ Θεοῦ δηλαδὴ δεδωρημένη. Ὅθεν τῶν ἀλόγων κρείττους ὄντες ἡμεῖς μὲν κατ´ ἐξουσίαν ἀναιρεῖν αὐτὰ πεφύκαμεν. Ἡμῶν δὲ ὡς κρειττόνων τῶν ἀλόγων σὺ πάλιν ὡς βασιλεὺς κρείττων ἡμῶν ὑπάρχεις, κατ´ ἐξουσίαν ὑπερέχων, [Ρ. ὅΙ Ἀς οὖν ἡμεῖς κατὰ τὸ λογικὸν τῶν ἀλόγων ζώων, οὔτω σὺ, ὦ βασιλεῦ, κατὰ τὸν τῆς ἀρχῆς λόγον ἐξουσιάζεις ἡμῶν, ὥσπερ δὴ καὶ σοῦ πάλιν κρείττων ἀνθρώπων μὲν οὐδεὶς, Θεὸς δὲ ἀόρατος καὶ πάντων Δεσπότης καὶ Ποιητὴς, παρ´ οὗ καὶ τὸ συμφέρον αἰτεῖσθαι καὶ προσεύχεσθαι δεῖ.» θασὶ δὲ καὶ τούσδε τοὺς λόγους τὸν Ἀβραὰμ εἰπεῖν, πολλὴν εἶναι μεταξὺ ἀληθείας καὶ συνηθείας τὴν διαφοράν. Καὶ γὰρ ἡ","prev":{"citation":"Compendium Historiarum 1.47","label":"1.47","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.47","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.47"},"next":{"citation":"Compendium Historiarum 1.49","label":"1.49","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.49","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.49"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}