{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.480","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.480","ref":"1.480","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.480","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.480","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.480.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":385,"text":"ἔνδον τῆς καρδίας ἐκφαυλίζειν δυνάμενος μυστήρια Ἐλάλει γὰρ πᾶν τὸ παριστάμενον εἰς τοὐμφανὲς, ἀπεῤῥίπτει δὲ καὶ κατ´ αὐτοῦ τοῦ βασιλέως λόγους οὐκ εὐπρεπεῖς, ἀπειλῶν αὐτῷ τε καθαίρεσιν τῆς βασιλείας καὶ τῇ αὐτοῦ συζύγῳ γάμον ἐπισείων ἀνόσιον, ἅπερ ὁ βασιλεὺς πυνθανόμενος πρῶτον μὲν εὐμηχάνως ἐπειρᾶτο παραπροσποιούμενος τὴν γνῶσιν, ἀποστῆσαι τοῦτον τῆς ἀθυρογλωσσίας καὶ τῶν κακῶν βουλευμάτων βουλόμενος, [Ρ. θα] ᾜδει γὰρ αὐτὸν αἰσχίστῃ νόσῳ ἀκολάστῳ γλώσσῃ δουλεύοντα. Ὡς δὲ καὶ παραινέσεσι καὶ ἀπειλαῖς ὅπη παρείκοι χρώμενος εὐθὺς μὲν ἐξαρνούμενον εὕρισκε τὰ λεγόμενα, ἀδείας δὲ πάλιν τετυχηκότα τῶν κατὰ σκοπὸν μὴ ἀφιστάμενον, ἐπαφίησιν αὐτῷ σκοποὺς καὶ ὠτακουστὰς λεληθότως, οἵτινες πολλάκις ἐν εὐωχίαις καὶ μέθαις μετακινούμενον τῶν φρενῶν ὑπὸ τοῦ οἴνου καταλαβόντες καὶ τοῖς προτέροις μάλα προθύμως ἐπιτιθέμενον κατάδηλον ποιοῦσι τῷ βασιλεῖ. Ἐγένετο δὲ προσθήκη πίστεως τῶν διαβαλλομένων τῷ Μιχαὴλ καὶ ὁ Ἑξαβούλιος, ἀνὴρ φρενήρης καὶ συνήθης τῷ βασιλεῖ, οὐκ ἄγνωστος δὲ καὶ τῷ Μιχαήλ. Οὗτος πολλάκις ἐπισχεῖν αὐτὸν τῆς ἀθυροστομίας ἐπιχειρήσας, καὶ παραινέσας σιγᾷν, καὶ μὴ οὕτως ἀκαίρως παῤῥησιάζεσθαι καὶ εἰς προῦπτον ἑαυτὸν συνωθεῖν κίνδυνον παρακαλέσας, ἐπειδὴ μὴ ἔπειθε, δῆλα πάντα τὰ κατ´ αὐτὸν τίθησι τῷ βασιλεῖ. Καὶ δὴ πρὸ μιᾶς ἡμέρας τῆς κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως δεξάμενος τὰς μηνύσεις ὁ βασιλεὺς ἐπὶ βήματός τε ἐν τοῖς ἀσηκρητείοις ἐκάθισε, καὶ ἀκριβὴς ἐξεταστὴς τῶν μηνυθέντων ἐγίνετο. Ἁλίσκεται τοίνυν τυραννίδος ὁ Μιχαὴλ, αὐτὸς καταθέσθαι ὑπὸ τῆς ἐναργείας τῶν ἐλέγχων ἀναγκασθείς· καὶ ψῆφος ἐκφέρεται κατ´ αὐτοῦ πυρὶ καταστρέψαι τὴν ζωὴν, ἐμβληθέντος ἐν τῆ καμίνῳ τοῦ ἐν τῷ παλατίῳ λουτροῦ, εἶναι δὲ καὶ αὐτὸν θεωρὸν τὸν βασιλέα τοῦ δράματος. Ἤγετο μὲν οὖν τὴν ἐπὶ θάνατον δεσμώτης, εἵπετο δὲ καὶ ὁ βασιλεὺς θεατὴς εἶναι ὀριγνώμενος τοῦ δρωμένου. Ἐν ὅσῳ δὲ τὸ μεταξὺ παρήμειβον διάστημα, ἡβασιλὶς Θεοδοσία, τὸ τοῦ Ἀρσαβὴρ θυγάτριον, μαθοῦσα τὸ μέλλον πραχθῆναι ἔξεισι μετὰ σπουδῆς ὅτι πολλῆς τοῦ θαλάμου, παράβακχόν τι καὶ μανικὸν κινουμένη, τὸν βασιλέα τε καταλαβοῦσα ἀλάστορά τε καὶ θεομάχον ἀπεκάλει οἷς οὐδὲ τὴν θείαν ἡμέραν ἄγει διὰ φειδοῦς, τοῦ θείολ μέλλων σώματος μετασχεῖν, καὶ τῆς ὁρμῆς διεκώλυεν. Οὐτος δὲ τῷ Θεῷ μὴ προσκροῦσαι δεδοικὼς, τὸ μὲν παραχρῆμα παλίντροπον αὐτῷ τὴν σωτηρίαν ἐβράβευσε, σίδηρον δὲ τοῖς ποσὶ περιθεὶς τοῦ Μιχαὴλ, καὶ τῆς κλειδὸς ἑαυτῷ τὴν φρουρὰν ἐπιτρέψας, τῷ παπίᾳ τὴν αὐτοῦ φυλακὴν ἀνατίθησι. Πρὸς δὲ τὴν σύζυγον ἐπιστραφεὶς ἔφη· «Ἐγὼ μὲν, ὧ γύναι, ταῖς σαῖς βακχείαις πεισθεὶς ἐποίησα ὡς ἐκέλευσας· σὺ δὲ οὐκ εἰς μακρὰν ἐπόψει, καὶ τὰ τῆς ἐμῆς νηδύος βλαστήματα, τὰ ἀποβησόμενα, εἰ","prev":{"citation":"Compendium Historiarum 1.479","label":"1.479","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.479","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.479"},"next":{"citation":"Compendium Historiarum 1.481","label":"1.481","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.481","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.481"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}