{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.504","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.504","ref":"1.504","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.504","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.504","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.504.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":403,"text":"Τραυλός. Ὁ μὲν ἐθέσπισε μή τινι τῶν γεγραμμένων εἰκόνων, κἄν που γραφόμεναι τύχοιεν, τὴν, Ἄγιος, φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ ἄλλῳ τινὶ τῆς τοιαύτης ἁρμοζούσης φωνῆς ἢ μόνῳ τῷ θείῳ, οὐκ εὐστόχῳ βαλὼν τῷ νοῖ· τῆς γὰρ. Θεὸς, φωνῆς τοῖς ἀνθρώποις μεταδιδοὺς ὁΘεὸς, ὑψηλοτέρας οὕσης παρὰ τὸ, Ἀγιος, Κπρόσρημα, ταπεινοτέρας οὔσης τῆς, Ἄγιος, κατὰ πολὺ, οὐκ ἂν τούτους ἀποστερήσειε. Πλὴν τοῦτο μὲν οὗτος ἐθέσπισεν, ὁ πρὸ αὐτοῦ δὲ Λέων καὶ ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος τὸ μηδὲ προσκυνεῖσθαι ὅλως αὐτὰς, Θεόφιλος δὲ τὸ μηδὲ χρώμασι ταύτας μορφοῦσθαι· χαμαίζηλον γὰρ τὸ πρὸς τὰ τοιαῦτα ἐπτοῆσθαι, μόνην δὲ σκοπεῖν τὴν ἀλήθειαν. Καθῃροῦντο μὲν οὖν ἐντεῦθεν κατὰ πᾶσαν τὴν ἐκκλησίαν αἱ θεῖαι μορφαὶ, θηρία δὲ καὶ ὄρνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο, τὴν τούτου θηριώδη καὶ ἀνδραποδώδη ἄνοιαν ἐξελέγχοντα. Ἐντεῦθεν βεβήλοις χερσὶ τὰ ἅγια καὶ ἱερὰ κειμήλια ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιπτοῦντο καὶ ἐφυβρίζοντο. Ἐντεῦθεν τὰ τῶν κακούργων ἐπληροῦτο δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων τὰς θείας μορφὰς, μαναζόντων, ἐπισκόπων, ποιμαινομένων, καὶ τῶν γραφόντων αὐτάς. Πλήρη δὲ καὶ τὰ ὄρη καὶ τὰ σπήλαια τῶν ὡς κακούργων λιμῷ ἀναιρεθέντων καὶ δίψει. Ἀβάτους γὰρ τηρεῖσθαι τὰς πόλεις τοῖς μοναχοῖς ἐγκελευσάμενος, καὶ πάντα τρόπον αὐτοὺς ἀπελαύνεσθαι θεσπίσας, μᾶλλον δὲ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾷν, εἰργάσατο τὰ μοναστήρια καὶ ἡσυχαστήρια περιφανῆ πολυάνδρια, τῶν ἱερῶν ἀνδρῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ἔνδυμα μὴ βουλομένων, λιμῷ δὲ καὶ κακουχίαις προαιρουμένων τὴν ζωήν καταστρέφειν, ἐνίων δὲ περιβολῆς κατολιγωρούντων, καὶ παρὰ τοῦτο ἀπολλυμένων. Πολλοὶ δὲ καὶ τῶν ῥᾳθυμότερον διαζώντων τὸν ἄνετον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, ὕμνων θείων καὶ ᾠδῶν καὶ αὐτοῦ τοῦ σχήματος [ ὕΙθ] ἀφειδήσαντες· καὶ γὰρ οὐδὲ τούτους τελεῖσθαι τοὺς συλλόγους ὁ τύραννος συνεχώρησεν, οἵ πολλάκις καὶ μόνοι δύνανται τηρεῖν καὶ οἷον χαλινός τις εἶναι τοῖς πρὸς τὰ πάθη ἀλόγως κατολισθαίνουσι. Πλὴν οὐ παντάπασι τῶν ἀνθρώπων οὐδὲ τότε τὸ παρρησιαστικὸν τε καὶ ἐλευθέριον ἀπεφοίτησεν· ἀλλά τινες τῶν θερμοτέρων, πολλοὶ μὲν καὶ καθ´ ἕκαστον, τινὲς δὲ καὶ κατασυστάδην, ὥσπερ οἱ τῆς τῶν Ἀβραμιτῶν ὁρμώμενοι μονῆς μοναχοὶ, μετὰ παῤῥησίας ὀφθέντες αὐτῷ λογικῶς ἔκ τε τῶν τοῖς ἁγίοις Πατράσιν ἡμῶν εἰρημένων, Διονυσίῳ τῷ μεγάλω, Ἱεροθέῳ καὶ Εἰρηναίῳ, ἀπεδείκνυσαν ὡς οὐ χθὲς καὶ πρώην ἡ τῶν μοναχῶν πολιτεία τε ἐφεύρηται καὶ κατάστασις, παλαιὰ δέ τις καὶ ἀρχέγονος. Οὐ μὴν δὲ ἀλλὰ καὶ παρὰ τῶν θείων εἰκόνων μορφώματα ἀπεδείκνυον σύντροφά τε τοῖς ἀποστόλοις καὶ ὁμοδίαιτα, εἴγε Λουκᾶς μὲν ὁ θεῖος ἀπόστολος τὴν τῇς Θεοτόκου μορφὴν ἀνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθόνης ἀπομαξάμενος ἀχειρότευκτον ἡμῖν καταλέλοιπεν. Οὗτοι γοῦν οἱ θειότατοι ἄνδρες τὴν τοῦ τυράννου ἄνοιαν ἐξελέγξαντες","prev":{"citation":"Compendium Historiarum 1.503.17-24","label":"1.503.17 to 1.503.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.503.17","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.503.17"},"next":{"citation":"Compendium Historiarum 1.505","label":"1.505","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.505","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.505"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}