{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.516","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.516","ref":"1.516","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.516","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.516","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.516.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":390,"text":"πρὸς ἀνίσχοντα ἤλιον συνιστάμενον. Γενόμενος δὲ παρὰ τὸν οὔτω λεγόμενον χῶρον Ἀνζὶν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. Εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀναχθεὶς Μανουὴλ κατεσκόπει τὸ πλῆθος τῶν ἑναντίων, καί πως ἐκ στοχασμοῦ βαρύτερον ἐδόκει τὸ τῶν ἐναντίων πλῆθος. Ἀλλ´ ὁ Μανουήλ· Μὴ πρὸς τὸ πλῆ θρ- ὧ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν τῶν δοράτων διάθοει καλαμῶνα τῶν ἀμφοτέρων. Ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατὸς, ἐβουλεύετο ὅπως ἂν αὐτοῖς ἐπίθηται μετὰ δόλου. Ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ´ ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. Ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡμέρα ἐπέλαμπε, μάχη συῤῥήγνυται φοβερά. Καὶ τῶν βασιλικῶν ταγμάτων εὐθύμως ἀγωνιζομένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν. Τῶν δὲ Τούρκων ἐπιμόνως χρωμένων τῇ τοξείᾳ καὶ τὸ καταδιῶκον τῶν Ῥωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην· μὴ δυνάμενοι γὰρ οἱ Ῥωμαῖοι τὰ τῶν Τούρκων φέρειν τοξεύματα τῷ βάλλεσθαι καρτερῶς, νῶτα δόντες τὸν βασιλέα κατέλιπον. Οὐ μὴν καὶ οἱ τῶν ταγμάτων ἔξαρχοι οὐδ´ οἱ Πέρσαι τοῦτο ἠνέσχοντο δρᾶσαι, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σώζειν ἠπείγοντο. Καὶ κἂν ἀπώλοντο πανδημεὶ οἱ περὶ τὸν βασιλέα, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατηνέχθη ὑετὸς καὶ τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ Ῥωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέδωκεν ἀφορμάς. [Ρ. ὅβι] ἱαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῶν Σαρακηνῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπενδομένους καὶ τὸ στράτευμα τῶν Ῥωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκαμένην παλινδρομῆσαι. Δῆλα γοῦν εὐθὺς ταῦτα ποιεῖ τῷ βασιλεῖ, καὶ σώζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. Τοῦ δὲ βασιλέως, «Καὶ πῶς τοῦτο ἔσεται, ἐπερωτήσαντος, τῶν δι´ ἐμὲ προσμεινάντων ἀπολομένων;» ὑπολαβὼν ὁ Μανουήλ· Σοὶ μόνον ἔστω, βασιλεῦ, ἔφη, τὸ σώζεσθαι ἐκ Θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ´ αὐτοὺς διοικήσουσιν. Ὁψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασωθέντος, οἱ λειποτάκται ὑπήντων αὐτῷ, καὶ ἀναξίους ἑαυτοὺς ἔφασκον τῆς ζωῆς βασιλέα ἐν πολέμῳ καταπροέντας, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. Ἀλλ´ ὁ Θεόφιλος τῷ θεάματι τρωθεὶς τὴν ψυχήν· Εἰ ἐγὼ, φησὶ, σέσωσμαι ἐκ Θεοῦ, σωθήσεσθε καὶ ὑμεῖς.» Αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὶ","prev":{"citation":"Compendium Historiarum 1.515","label":"1.515","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.515","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.515"},"next":{"citation":"Compendium Historiarum 1.517","label":"1.517","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.517","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.517"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}