{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.53","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.53","ref":"1.53","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.53","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.53","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.53.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":412,"text":"Ὁ λιμός· οὐ γὰρ ἀνέβη ὁ Νεῖλος ἐν ὅλοις τοῖς ἑπτὰ ἔτεσι τοῦ λιμοῦ, ὡς Ἰώσηπος μαρτυρεῖ. Μετὰ δὲ δύο ἔτη κατέβη Ἰακὼβ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς, ἑκατὸν τριάκοντα ἐτῶν ὤν, ὁ δὲ Ἰωσὴφ τεσσαράκοντα. Τελευτᾷ δὲ Ἱακὼβ ἑκατὸν τεσσαρακονταεπτὰ ἐτῶν, καὶ θάπτεται ὑπὸ Ἰωσήφ ἐν Χεβρών. Γεσαὶμ δὲ ἡ πρὸς Αἴγυπτον Ἀραβία ἐστίν. Μετὰ γὰρ οʹ χρόνους τῆς ἐν Αἰγύπτῳ καθόδου Ἰακὼβ, ἐτελεύτη σεν Ἰωσὴφ ἑκατὸν δέκα ἐτῶν Μετὰ γοῦν τὸν θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἔτη ρμδʹ. Τὰ πάντα τοίνυν τῆς τῶν Ἐβραίων ἐν Αἰγύπτῳ διατριβῆς ἔτη σιεί. Λαμβάνουσι δὲ τὴν εὐλογίαν τῶν πρωτοτοκιῶν ἀντὶ τοῦ Ῥουβεὶ μ οἱ υἱοὶ Ἰωσὴφ διὰ τὸ τοῦ πατρὸς αὐτῶν σῶφρον, καθὸ ὁ μὲν Ῥουβεὶμ τῇ παλλακῇ συνῆλθε τοῦ πατρὸς, ὁ δὲ Ἰωσήφ τῇ Αἰγυπτίᾳ οὐ συνεφθάρη Ἀλλὰ καὶ δεκατριῶν ἀδελφῶν ὄντων εἰς δώδεκα ἐμερίσθη ἡ γῆ διὰ τὸ τὸν Λευῒ ἀποδεκατοῦν τοὺς λοιποὺς πάντας. Ὃτι Ἰωσὴφ κομιδῆ νέος ὤν ἔτι πρόβατα τοῦ πατρὸς ποιμαίνων ἦν, καὶ μᾶλλον τῶν ἄλλων ἠγαπᾶτο τῷ πατρί. Διὸ καὶ οἱ ἀδελφοὶ διαφθονούμενοι οὐδὲν πρὸς αὐτὸν εἰρηνικὸν ἐλάλουν. Προσετίθουν δὲ καὶ μῖσος τῶν ἐνυπνίων αὐτοῦ ἀκούοντες. Καὶ γὰρ ἔφη· «Δράγματα δεσμευόντων ἡμῶν ἐν τῷ πεδίῳ ᾤμην μὲν ἀνορθωθῆναι τὸ ἐμὸν, τὰ δὲ ὑμέτερα περιστραφέντα προσκυνεῖν αὐτῷ.» Τούτου γοῦν ἀκούσαντες, καὶ ὡς βασιλεύσει ἐπ´ αὐτοὺς ὁρθῶς ἐπικρίναντες, λίαν ἐπέτειναν τὸ μῖσος. Προσθεὶς δὲ, «Αὖθις ἐνυπνισάμην,» ἔφη, «καί γε ᾤμην τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέρας προσκυνοῦντάς με καθορᾷν.» Διαπαίζων δὲ τὸ ὅραμα Ἰακὼβ ἔφη· «Ἄρα ἐγὼ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἥξομεν προσκυνῆσαί σοι ἐπὶ τῆς γῆς;» καὶ ἐπιτιμήσας παρῄνει σιγᾷν. Οὕτω μὲν οὖν τὰ ὁράματα ἀμυδρὰ τῆς ἀληθείας προτύπωσις ἦν· καὶ γὰρ τοῦτο προφητείας εἶδος, καὶ ἐν πολλοῖς ἐθεωρήθη πολλάκις δι´ ὀνείρων ἡ τοῦ μέλλοντος προδήλωσις, ἐν οἷς διὰ κρείττονος γίνεται κατοχῆς, ὥσπερ ἐν τῷ Φαραὼ καὶ τῷ Ναβουχοδονοσὸρ καὶ ἄλλοις πλείστοις. Ἄξιον δὲ εἰδέναι τὰς διαφοράς τῶν προφητειῶν. Ἡ μὲν γάρ ἐστι πνευματικὴ καὶ ἀληθὴς πάντη, ὡς ἡ τοῦ Θεοῦ καὶ τῶν ἁγίων, ἐν καιρῷ τῷ ἰδίῳ τὸ πέρας τῶν προφητευομένων ἐπιφέρουσα. Ἄλλη δὲ δαιμονικὴ, ἐν τοῖς τῶν δαιμόνων θεραπευταῖς ἐνεργουμένη· [ ὅ] πολύτροπος δὲ αὑτη, οἵα ἡ τῶν ἀλευρομαντῶν καὶ κριθομαντων λεγομένη, οἷα ἡ Πυθία καὶ ἡ διὰ τῆς Δωδωναίας ληροῦσα δρυὸς, ἡ διὰ τῶν σπλάγχνων μαντεία καὶ ἡ δι´ ὀρνέων πτήσεως, καὶ ἡ διὰ κλαγγῶν καὶ πταρμῶν συμβολική· οἶα ἡ διὰ βροντῆς, μυῶν, γαλῆς, τρισμοῦ ξύλων, ὠτὸς ἤχων, παλμῶν σώματος, συμβολικὴ καὶ οἰωνιστικὴ λεγομένη. Ἥς τὸ μέν ἐστιν ὀρνεοσκοπικὸν, τὸ δὲ παλμωτικόν, τὸ δὲ οἰωνοσκοπικὸν, τὸ δὲ","prev":{"citation":"Compendium Historiarum 1.52","label":"1.52","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.52","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.52"},"next":{"citation":"Compendium Historiarum 1.54","label":"1.54","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.54","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.54"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}