{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.541","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.541","ref":"1.541","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.541","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.541","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.541.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":397,"text":"ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ἔῤῥιψε τοῦ βασιλέως ἑαυτόν. Ἀλλ´ ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσιν, εἶτα κοντῷ τὰ παιδογόνα αὐτου ἐπαιωρὴσαντες μόρια παραδειγματίζουσιν. Ἤρθη δὲ θόρυβος πολὺς καὶ τῷ βασιλείκίνδυνον ἐπισείων, ὃν ὁ τῆς βίγλας ὃρουγγάριος Κωνσταντῖνος μετὰ πολλῶν εἰς μέσον ἀθρόως ἐπι φανεὶς διέλυσεν, εὐφημίαις τε βάλλων τὸν βασιλέα καὶ δικαίως ἀποθανεῖν τὸν Βάρδαν διαβεβαιούμενος. Καὶ ὁ μὲν Βάρδας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτω ἡ κατὰ Κρητῶν ἐκστρατεία ἐλέλυτο, τοῦ βααιλέως πρὸς τὸ Βυζάντιον ὑποστρέψαντος. Τοῦτο τὸ ἔργον εἰς βασίλειον ὕψος ἀνήγαγε τὸν Βασίλειον. Φυσικῆς γὰρ ἀπορῶν γονῆς ὁ Μιχαὴλ, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἶός τε ὢν, εἰσποιεῖταί τε αὐτὸν εἰς υἱὸν τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας, καὶ διάδημα μετὰ μικρὸν αὐτῷ περιτίθησι κατὰ τὴν Μεγάλην Ἐκκλησίαν γενόμενος. Ἐγκρατὴς δ´ οὗτος τῆς ἀρχῆς γεγονὼς ἀπεπειρᾶτο τὸν βασιλέα ὡς ποῤῥωτάτω ἀπάγειν τῶν μισητῶν ἔργων καὶ ἐπιῤῥήτων. Ἔλαθε δὲ διὰ τοῦτο εαυτῷ καθοπλίζων τὸν φθόνον. Μὴ φέρων γὰρ τοὺς ἐλέγχους ὁ Μιχαὴλ, καὶ τὸν Βασίλειον ἐκποδὼν ποιῆσαι διανοούμενος ὡς τῶν αὐτοῦ θελημάτων ἐμποδιστήν, Βασιλικῖνόν τινα τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην ὑπάρχοντα εἰς μέσον ἀγαγών τὴν πορφύραν τε ἐνδύεικαὶ τὸ διάδημα περιτίθησικαὶ πρὸς τὴν σύγκλητον ἐξάγει τῆς χειρὸς ἔχων αὐτὸν, καὶ ἐξαγαγών τοιούτων τινῶν ῥημάτων ἀπήρξατο· «Πάλαι μὲν ἔδει τουτονὶ τὸν ἄνδρα, ὧ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς ἄα σιλείας ἀναγαγεῖν ἢ τὸν Βασίλειον Πρόσεστι γὰρ αὐτῷ Πρῶτον μέν ειδος ἄξιον τυραννίδος, Τὸ δεύτερον δὲ συμφυές πέλει στέφος· Ἄπαντα δ´ ἀρμόζουσι πρὸς τὴν ἀξίαν Αὕτη ἡ πρᾶξις καὶ ὁ λόγος οὗτος ἀρχὴ γέγονε τῆς αὐτοῦ καταλύσεως. Ἐπισυνέβη δέ τι καὶ ἄλλο. Ἀκρατοποτῶν γὰρ ὁ Μιχαὴλ καὶ μεθυσκόμενος κατὰ τὸν τῆς μέθης καιρὸν πολλὰ καὶ ἄτοπα προσέταττεν πράττεσθαι, τοῦ μὲν ἀφαιρεῖσθαι τὰ ὧτα, ἄλλου τὴν ῥῖνα, καὶ τὴν κεφαλὴν ἑτέρου· ἐκώλυε δὲ ταῦτα γίνεσθαι ὁ Βασίλειος, οὐ τοσοῦτον περὶ τῶν ἄλλων ὅσον περὶ ἑαυτοῦ δεδοικώς. Ὡς οὖν ἔγνω ὁ Μιχαή λ ἐμπόδιον αὐτὸν ἔχων, μεγάλην κατ´ αὐτοῦ συῤῥάπτει ἐπιβουλήν. Ἡ δὲ ἦν· ὑποτίθησί τινι λόγχην ἐπαφεῖναι λόγῳ μὲν κατὰ τοῦ θηρίου, ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου. Καὶ τοῦτο δῆλον γέγονε τοῦ κελευσθέντος ἐν τῷ μέλλειν ἀποθνήσκειν ἐξαγορεύσαντος. [Ρ. ὅὸῆ] Ἀφῆκε μὲν οὖν οὕτος τὴν λόγχην, διήμαρτε δὲ, καὶ σέσωστο ὁ Βασίλειος. Καὶ σωθεὶς δρᾶσαί τι μᾶλλον ἐσπούδασεν ἢ παθεῖν· καὶ σφάττεται ὁ Μιχαὴλ κατὰ τὰ ἀνάκτορα τοῦ Ἀγίου Μάμαντος, ἐν ἔτει τῷ ϛτοςʹ, ὥρᾳ γ της νυκτὸς, ἄρξας μετὰ τῆς μητρὸς μὲν ἔτη ιδʹ, ια´ δὲ μοναρχήσας. Ἀλλὰ καὶ οὕτως ἐκμελῶς καὶ ἀναγώγως βιώσας","prev":{"citation":"Compendium Historiarum 1.540","label":"1.540","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.540","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.540"},"next":{"citation":"Compendium Historiarum 1.542","label":"1.542","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.542","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.542"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}