{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.554","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.554","ref":"1.554","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.554","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.554","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.554.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":410,"text":"τὰς φάλαγγας κατὰ τῶν Βαρβάρων ἐστράτευσε, καὶ πρότερον μὲν κατὰ τῆς Τεφρικῆς, ἧς ὁ Χρυσόχειρ ἡγεῖτο, ἐπ´ ἀνδρίᾳ καὶ συνέσει διαφέρειν δοκῶν καὶ σφόδρα τὰ Ῥωμαίων κατατρέχων καὶ ληϊζόμενος. Κατὰ τούτου καὶ τῆς πόλεως ἐσκτρατεύει ὁ βασιλεύς. Τοῦ δὲ μὴ ὑποστάντος τὴν ἐπέλευσιν, ἀλλ´ εἴσω τειχῶν γενομένου, καταδραμών τὴν ὑπ´ αὐτὸν ἅπασαν χώραν ὁ βασιλεὺς καὶ ληϊσάμενος, καὶ πρὸς αὐτῷ τῷ τείχει τῆς Τεφρικῆς ἔθετο τὴν παρεμβολὴν, διὰ προσεδρείας μακρᾶς ἑλεῖν τὸ ἔρυμα οἰηθείς. Ἐπεὶ δὲ κατενόησε πάντοθεν κατωχυρωμένον αὐτὸ, καὶ ἀνέλπιστον ἦν ἁλωθῆναι πολιορκίᾳἥδη γὰρ καὶ πάντα τὰ ἐν τῇ χώρα ἀναγκαῖα κατεδήδοτο,, ἔλυσε τὴν πολιορκίαν, τὰ πλησιάζοντα τῇ Τεφρικῇ φρούρια ἐκπορθήσας, τὴν Ἀβαρὰν, τὸν Κοπτὸν, τὴν Σπάθην καὶ ἄλλα πολλά. Ἀγείρας δὲ τὸν στρατὸν ἐκεῖθεν ἐπανῄει μετὰ λαμπρῶν τῶν τροπαίων τε καὶ λαφύρων Λητζομένης δὲ τῆς περὶ τὴν Τεφρικῆς χώρας] ἀπάσης καὶ ἐκπορθουμένης, ἡ γειτονοῦσα ταύτῃ πόλις τῶν Ἰσμαηλιτῶν ἧ Ταύρας ἡ ἐπωνυμία, ὁμαιχμίαν ἔχουσα καὶ κοινοπραγίαν μετὰ τῆς Τεφρικῆς, ὀῤῥωδήσασα τὸν κίνδυνον, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγραφῆναι Ῥωμαίων· καὶ δὴ ἔτυχε τοῦ βασιλέως μετὰ προσηνείας δεξαμένου τὴν πρεσβείαν. Προσεῤῥύη δὲ καὶ ὁ Κουρτέριος, γένος ὢν Ἀρμένιος, ὃς κατεῖχε τὴν Λόκαναν καὶ τὰς ἐσχατιὰς τῶν Ῥωμαίων συνεχῶς ἐπόρθει καὶ κατεστρέφετο, ἑαυτὸν παραδοὺς τῷ βασιλεῖ καὶ τὴν πόλιν καὶ τὸν ὑπείκοντα αὐτῷ λαόν. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λαὸν ὁ βασιλεὺς κατὰ Σαμοσάτων καὶ τῆς λεγομένης Ζαπέτρας ἐπιλέκτων πολεμιστῶν ἐκπέμψας εὐτύχησεν, ἐξ ἐφόδου τὰ στενὰ τοῦ στρατοῦ διελθόντος αὐτῆ τε τῇ πόλει ἐξαίφνης ἐπεισπεσόντος· κατεσχέθη τε γὰρ ἡ πόλις τῷ ἀπροσδοκήτῳ, καὶ λαὸς ἀπεσφάγη πολὺς, καὶ αἰχμαλωσία ἐλήφθη ἄπειρος, καὶ δέσμιοι Ῥωμαῖοι χρονίων δεσμῶν ἠλευθερώθησαν. Καταδραμὼν δὲ καὶ πυρπολήσας ὁ πεμφθεὶς λαὸς τὰ συμπαρακείμενα τῆς ώρας καὶ τὰ Σαμόσατα ἐξεπόρθησε, καὶ ὁμοίᾳ ψμη περαιωθεὶς τὸν Βὐφράτην καὶ πᾶσαν τὴν περαίαν αἰχμαλωτίσας, καὶ πολλὴν συλλέξας αἰχμαλωσίαν καὶ λάφυρα, ὑπέστρεψεν ἀσινὴς πρὸς τὸν αὐτοκράτορα, πρὸς τῷ Ἀτζαρνοὺκ ποταμῷ τὴν παρεμβολὴν ἔχοντα. Ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς τοῦ στρατοῦ τὴν ἐπὶ Μελιτηνὴν ἄγουσαν ὥδευε. Προσπελάσας δὲ τῷ Εὐφράτῃ, καὶ ὥρᾳ θέρους πελαγίζοντα τοῦτον εὐρὼν καὶ παντελῶς ἄβατον, γεφυρώσας τὸν ποταμὸν διεπέρασε. Καὶ πολλὰ τῆς χώρας λυμηνάμενος καὶ καταστρεψάμενος, ἑλὼν δὲ καὶ τὸ φρούριον ὃ Ῥαψάκιον λέγεται, μέρος δὲ τοῦ στρατοῦ τῇ μεταξὺ Ἀρσίνου τε καὶ Εὐφράτου χώρᾳ ἐκπέμψας καταδραμεῖν προσέταξεν, οἶ πᾶσαν αὐτὴν ἀπτέρῳ τάχει διαδραμόντες, τό τε λεγόμενον Καρκίνιον καὶ τὸ Γλασχὼν [Ρ] καὶ τὸ Ἀμαν καὶ τὸ Μουρὴξ καὶ τὸ Ἄβδηλα εἷλον καὶ ἐξεπόρθησαν. Αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλὼν εὐανδρούσῃ τότε καὶ πληθύτ Βαρβάρων γεγανωμένῃ, ἑπεὶ τοῖς τείχεσιν ἐπλησίασε, βαρβαρικὰς ὑπεδέξατο φάλαγγας μετὰ φρυαγμάτων καὶ","prev":{"citation":"Compendium Historiarum 1.553","label":"1.553","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.553","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.553"},"next":{"citation":"Compendium Historiarum 1.555","label":"1.555","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.555","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.555"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}