{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.559","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.559","ref":"1.559","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.559","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.559","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.559.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":450,"text":"τε καὶ Σαρακηνῶν, οὓς ἅπαντας τῷ ξίφει ἀπεσκευάσατο· ἦν γὰρ προκαταπεπλησμένον τὸ στράτευμα λαφύρων ἀπό τε Συρίας καὶ Τεφρικῆς, καὶ οὐκ ἐβούβμομος ομωσισχομιων τομωσιαημα εονῦμος ἐγοόμοο κ τῇ σαας τοις ἀριστεῦσι, καὶ πρὸς παραχειμασίαν ἐκπέμψας, αὐτὸς εὔζωνος πρὸς τὴν βασιλεύουσαν ἔφθασε, καὶ κατὰ τὸ εἰωθὸς διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέξατο στέφανον καὶ παρὰ τοῦ πλήθους τὰς ἐπινικίους ᾠδάς. Ἤδη δὲ τῆς Τεφρικῆς ἀπομαρανθείσης ἡ τῷν Ταρσιτῶν ἰσχὺς θάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ἀπὸ τούτων αἱ τῶν Ῥωμαῖκῶν ὁρίων ἐσχατιαὶ δεινῶς ἐπιέζοντο. Καθ´ ὧν Ἀνδρέας ἐκεῖνος ὁ στρατηλάτης ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο, καὶ πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων ἀνήρει καὶ αἰχμαλώτους ἐλάμβανεν· ὃν ὁ βασιλεὺς πατρικιότητί τε ἐτίμησε καὶ εἰς τὴν ἀρχὴν τῶν σχολῶν προβιβάζει. Τότε δὴ μᾶλλον ὁ Ἀνδρέας ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως ἐμφανέσι μάχαις πολλάκις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενίκηκε. Καί ποτε μετὰ φρυάγματος γράμματα πέμψαντος τῷ Ἀνδρέᾳ τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ, βλασφημίας ἀνάπλεα, δηλοῦντα, ὡς Ἱω εἴ σε ὁ τῆς Μαρίας ὡφελήσει Υἱὸς καὶ ἡ τοῦτον τεκοῦσα, ὅταν ἐξέλθω κατὰ σοῦ μετὰ τῆς περὶ ἐμὲ δυνάμεως, τὸ λοίδορον γραμμάτιον οὗτος δεξάμενος τῇ εἰκόνι τῆς Θεομήτορος ἀπεκρέμασεν, εἰπών· Ἵδε, ὦ Μῆτερ τοῦ Λόγου τε καὶ Θεοῦ, καὶ σὺ ὁ ταύτης Υἱός τε καὶ Θεὸς, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ σοῦ καὶ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος οὺτος καὶ ἀλαζών. Ταῦτα δὲ εἰπὼν, ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπῄει κατὰ Ταρσοῦ. Καὶ δὴ κατὰ τὸ Ποδανδὸν γενόμενος κἀκεῖ τοῖς ἐναντίοις συμμίξας τράπεται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρότερον αὐτοῦ πεσόντος τοῦ ἀμηρᾶ· ὀλίγοι δέ τινες μόγις πρὸς Ταρσὸν ἀποσώζονται. Θάψας δὲ τοὺς οἰκείους, καὶ τοὺς πολεμίους εἰς ἕνα χῶρον [Ρ. ὅθ συναγαγὼν, καὶ μέγαν ποιησάμενος κολωνὸν εἰς στήλην καὶ τοῖς μετέπειτα, πρὸς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λαφύρων καὶ αἰχμαλωσίας πολλῆς. Ἔγραψε δὲ καὶ τῷ βασιλεῖ δηλοποιήσας τὴν νίκην. Οἴα δὲ φιλεῖ ποιεῖν ὁ φθόνος, διαβάλλουσιν οἱ πονηροὶ τὸν ἄνδρα πρὸς βασι λέα, καὶ ῥᾴδιόν οἱ κατασχεῖν λέγοντες τὴν Ταρσόν, ὁ δὲ μελλήσει καὶ ῥᾳθυμίᾳ προήκατο τὸν καιρόν Ὑφ´ ὧν πολλάκις λεγομένων ἀναπεισθεὶς ὁ βασι.λεὺς παραλύει τῆς ἀρχῆς τὸν ἄνδρα, καὶ ἀντ’´ ἐκείνου προβάλλεται τὸν Στυπειώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ ἄλλα πολλὰ φρυαττόμενον. Ὅς αὐτίκα παραλαβὼν τὰς δυνάμεις ἦγε κατὰ Ταρσοῦ, μηδὲν στρατηγικὸν ἐννοήσας μηδὲ εὐβουλίας ἐπάξιον. Πλησίον δὲ γενόμενος τῆς Ταρσοῦ αὐλίζεται κατά τινα τόπον ὃς Χρυσόβουλλον λέγεται, μήτε τάφρον ἀξιόλογον μήτε στρατοπεδείαν ὀχυρὰν προστησάμενος· Ὅν κατανοήσαντες οἱ Ταρσεῖς ἀμελῶς διακείμενον ἐπιτίθενται τούτῳ νυκτὸς στρατηγήματι χρησάμενοι τοιούτῳ· Ὁλιγανδροῦντες γὰρ οἱ τοιοῦτοι ἐκ τῆς πρὸς Ἀνδρέαν ἥττης καὶ μὴ ὄντες ἀξιόμαχοι πρὸς παράταξιν, ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱππείων οὐρῶν, ὑφ´ ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαῖκοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη, ὄπισθεν δὲ αὐτοὶ ταῖς σάλπιγξι καὶ τοῖς τυμπάνοις ἐπιδουπήσαντες","prev":{"citation":"Compendium Historiarum 1.558","label":"1.558","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.558","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.558"},"next":{"citation":"Compendium Historiarum 1.560","label":"1.560","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.560","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.560"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}