{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.565","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.565","ref":"1.565","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.565","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.565","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.565.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":421,"text":"αἰονίδιον ἐπιτίθεται, καὶ τῷ παρ´ ἐλπίδας δέει συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ´ εὐθὺς ἰδεῖν πρὸς φυγήν. Τὰς μὲν οὖν πυρπολήσας, τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, [Ρ. ἕβα] καὶ τῶν λἈκρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει, τοὺς δὲ ὑποβρυχίους τῷ βυθῶ ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελὼν, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. Αὐτὸς δὲ σαγηνεύων ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλε, τοὺς μὲν τὴν τῆς σαρκὸς δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ´ αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ´ ὀδύνης ἐξέλκων, ἄλλους σχοίνοις αἰωρῶν, εἰτα πρὸς λέβητας πίσσης καχλαζούσης μεστοὺς καθιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων ἰδέαις. Καὶ ταῦτα διαπραξάμενος δεος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέρους ἐποίησε μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκπέμπειν. Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ὥσπερ τις λαῖλαψ ἀπὸ τῆς Ἑσπέρας ἡ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν· ὁ γὰρ τῆς Ἀφρικῆς ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε, καὶ τὰ ὡεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰνμἀλωτα ἄχρι Κεφαληνίας καὶ Ζακύνθου ἀφίκετο τῶν νήσων. Εὐθὺς οὗν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτικῶν κατάρχων δυνάμεωνάσαρ δὲ οὗτος ἦν μετὰ δυνάμεως ἐκπέμπεται ἀδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. Σύντομον δὲ τὸν ἔκπλουν ποιησάμενος οὗτος, καὶ οὐρίῳ χρησάμενος πνεύματι, δι´ ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. Θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολεμίοις διεκωλύθη ἀπὸ τῆς τοιαύτης αἰτίας· τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ´ ὀλίγους λαθραίως ἀπέφευγον. Ὧν τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός· οὐ γὰρ ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς ἐχθροῖς. Μηνύει δὲ τὸ συμβὰν ταχυδρομίᾳ τῷ βασιλεῖ. Ὁ δὲ καὶ λόγου θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφόβησιν τῶν λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν ἀριθμόν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι, τούτων τε ἀσβόλη τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῶ ἱπποδρόμῳ τε ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελοπόννησον ὡς τάχα πρωτουργοὺς τῆς φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι ὅθεν δὴ καὶ πεφεύγασιν. Ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ λʹ Σαρακηνοὶ ὡς δῆθεν οἱ λειποτάκται. Καὶ φόβος ἐγένετο μέγας εἰς πάντα τὸν Ῥωμαῖκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ τρυφὴν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα. Ῥ.ὕβ] Ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ τῶν ἐκ Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας, καὶ τὸν στρατηγὸν τοῦ τόπου συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται. Τῶν δὲ Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων τοῦ Ῥωμαῖκοῦ στόλου διὰ τὴν πρόσθεν","prev":{"citation":"Compendium Historiarum 1.564","label":"1.564","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.564","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.564"},"next":{"citation":"Compendium Historiarum 1.566","label":"1.566","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.566","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.566"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}