{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.57","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.57","ref":"1.57","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.57","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.57","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.57.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":442,"text":"ὕδωρ ἐκζέσαι τοῦτον ἀσελγεῖ πόθῳ καὶ ἐπ´ ἀνομίᾳ προσθεῖναι ἀνομίαν. Δεύτερον δὲ τὸν θυμὸν Συμεῶν καὶ Λευὶ καὶ τὴν μῆνιν ἐπικαταρᾶται, ὡς αὐθάδη τε καὶ σκληρὰν υὴν εἰς τοὺς Σιχιμίτας μιαιφονίαν καὶ πᾶσαν αὐτῶν τὴν κατὰ ἀθώων ὕβριν διασύρων, καὶ τὴν ἀδικίαν τῆς αὐτῶν προαιρέσεως, ὥσπερ καὶ ἣν διὰ τὴν ἀδελφὴν αὐτῶν Δἰναν ἀναιτίοις ἐπήγαγον, μήποτε ἐπερεῖσαι τὰ σπλάγχνα ἤτοι συναινέσαι τῇ βουλῇ αὐτῶν ἐπευχόμενος. Τῷ Ἰούδα δὲ σαφῶς, διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα βλαστάνειν Χριστὸν, αἴνεσιν καὶ προσκύνησιν καὶ νίκην κατὰ τῶν ἐχθρῶν αὐτοῦ πάντων εὐαγγελίζεται· ὃν καὶ ὡς σκύμνον λέοντος διὰ τὸ φύσει βασιλικὸν τοῦ Μονογενοῦς, ὡς ἐκ βλαστοῦ δὲ αὐτοῦ ἀναβῆναι διὰ τὴν ἐκ παρθένου γέννησιν ἢ Κσάρκωσιν, καὶ αὐτὸν δὲ τοῦτον ἀναπεσόντα κοιμηθῆναι καὶ ἐγερθῆναι διὰ τὸ πάθημα τοῦ θανάτου καὶ τὴν ἀνάστασιν, ἀριδήλως ὁ θεῖος ἐκεῖ πρῶτος προηγόρευσεν Ἰσραήλ· μὴ ἐκλείψειν δὲ ἄρχοντα ἐξ Ἰούδα ἢ ἡγούμενον, ἔως ἂν, φησίν, ἔλθῃ ὃ ἀπόκειται, τουτέστιν ὁ Χριστὸς, ὅς ἐστιν ὄντως προσδοκία τῶν ἐθνῶν· ὃς τὸ ἐπὶ τῇ βασιλείᾳ καὶ ἡγεμονίᾳ καὶ ἀρχικῇ ἐξουσία πάσῃ γαυρίαμα ἀφελόμενος τῶν Ἰουδαίων, καὶ εἰς ἑαυτὸν πᾶν τὸ κράτος τῶν ὅλων ὼς παντοκράτωρ ἀναρτησάμενος, οἷς βούλεται τοῦτο καὶ χαρίζεται. Οὐτος πρὸς τὴν ἄμπελον αὐτοῦ, ἥ ἐστιν ἐκ περιτομῆς τῶν ἁγίων Ἐκκλησιῶν, τὸν πῶλον τῆς ὄνου, τὰς ἐξἐθνῶν ἐκκλησίας, ἐν τῇ ἕλικι τῆς ἀμπέλου ἤτοι τοῦ πνεύματι τῆς ἀγάπης προσεδέσμευσεν. Οὐτος τὴν αὐτοῦ στολὴν καὶ τοῦ σώματος τὴν περιβολὴν, ὡς ἐν οἵνῳ τῷ αἵματι τῆς σταφυλῆς βεβαμμένην, ἐν τῷ οἰκείῳ αἵματι πλυνεῖ, ὅ ἐστιν, ἐκ τῆς φυσικῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλεῖ, ἐν σταυρῷ αἱματούμενος καὶ ἐκ νεκρῶν ἀμίαντος καὶ ἄφθαρτος ἀνιστάμενος. Τούτου καὶ οἱ ὀφθαλμοὶ χαροποὶ, ὡς ἀπὸ οἵνου τοῦ Πνεύματος πεπληρωμένοι τοῦ ἁγίου, οἱ ὀδόντες δὲ ὑπὲρ τὸ γάλα λευκοὶ, τὸ ὑπερφυῶς φωτοειδέστατον τῶν αὐτοῦ λόγων καὶ καθαρώτατον ἐμφαίνοντες. Ζαβουλὼν παράλιον πρὸς ορον πλοίων προελόμενος κατοικεῖν ἕως Σιδῶνος τῆς πόλεως τὴν αὐτοῦ κατοίκησιν παρατενεῖ. Ὁ Ἰσσαχὰρ δὲ τὴν ἐν μέσω τῶν κλήρων ἰδὼν γῆν, ὅτι πίων, ὅτι εὔκαρπος καὶ καλὴ, φιλοπονεῖν αἱρετίσεται καὶ ἀνὴρ γεωργὸς ἔσται. [Ρ. ἄθ] Καὶ Δἀν μὲν τὸν λαὸν αὐτοῦ, φησὶ, κρινεῖ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραὴλ, ὡς ἡ βασιλικὴ τοῦ Ἰούδα φυλὴ, καθάπερ πάλαι ὁ Σαμψὼν καὶ ὕστερον ὁ τῆς ἀνομίας υἱὸς, ὥσπερ τις ὄφις ἐφ´ ὁδοῦ τοῦδε λανθανόντως τοῦ βίου λοχῶν, καὶ πτέρναν ἵππου, τοῦ ἀπερισκέπτως τὸν βίον τουτονὶ τρέχοντος τὴν ῥδὸν, διαστρέψας. Τοῦτον γὰρ δάκνων καὶ λοιπὸν πανούργως ὑπὸ· τοῦ Θεοῦ ὑποσκελίσας, πεσεῖται χαμαὶ ὁ ἱππεὺς, πιστὸς καὶ εὐσεβής ἄνθρωπος, μετανοῶν καὶ τὴν ἐκ Θεοῦ σωτηρίαν αὖθις ἀνακαλούμενος. Γὸν Γὰδ δὲ πειρατήριον, φησί, πειρατεύει, οἷα πολλὰ κατὰ τοὺς πολλοὺς καιροὺς πειρατήοια τῷ Εὰδ μὲν ἀπὸ τῶν πλησιοχώρων συνέπεσεν ἐχθρῶν αὐτοῖς δὲ αὖθις ὁ Γὰδ πειρατήριον κατὰ πόδας ἐπενήνεκται. Καὶ Ἀσήρ μὲν οὕτως τῷ ἄρτῳ περισσεύει","prev":{"citation":"Compendium Historiarum 1.56.9-15","label":"1.56.9 to 1.56.15","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.56.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.56.9"},"next":{"citation":"Compendium Historiarum 1.58","label":"1.58","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.58","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.58"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}