{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.587","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.587","ref":"1.587","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.587","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.587","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.587.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":393,"text":"καὶ τοῖς ἐκ Μελιτηνῆς Ἀγαρηνοῖς, καὶ τούτους ῥᾳδίως ἐτρέπετο. Καὶ τὸ ὄνομα αὐτοῦ μόνον φημιζόμενον φόβητρον ἦν πᾶσι τοῖς ἀντιπάλοις. Χάριν δὲ ἀλλαγίου ἐκπεμφθέντες ἀπό τε Ταρσοῦ καὶ Μελιτηνῆς ὅ τε Ἀβελβάκης ἐκεῖνος καὶ ὁ τοῦ Σαμωνᾶ πατὴρ κατέλαβον τὴν βασιλεύουσαν, Καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο μεγάλην δοχὴν ποιήσας καὶ κόσμῳ πολλῷ τὴν Μαγναύραν κατακοσμήσας. Ἐκαλλώπισε δὲ καὶ τὴν Μεγάλην Ἐκκλησίαν πολυτελῶς, ΓΡ ΟΟϋΙ καὶ εἰσήγαγε τούτους ἐκεῖσε, καὶ τὰ τίμια ὑπέδειξεν ἅπαντα καὶ τὰ τῇ θείᾳ λατρεία λειτουργοῦντα σκεύη. Τοῦτο δὲ ἀνάξιον ἦν Χριστιανικῆς καταστάσεως, ἀλλοφύλοις ἀνθρώποις καὶ ἀλλοπίστοις ἐκθεατὰ ποιεῖν τὰ καὶ τοῖς μὴ καὶ λῶς βιοῦσιν εὐσεβέσιν ἀνθρώποις ἀθέατα. Ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ τὴν παῤῥησίαν, ἢν ὁ τούτου υἱὸς ἔσχε πρὸς βασιλέα καὶ τὴν τιμὴν θεασάμενος καὶ τὴν δόξαν, ᾑρετίσατο συνεῖναι τῷ υἱῷ, Μελιτηνὴν τὴν πατρίδα ἀπαρνησάμενος. Σαμωνᾶς δὲ οὐ συνεχώρει, παρῄνει δὲ μᾶλλον εἰς τὰ οἰκεῖα ὑπονοστῆσαι καὶ τῆς ἰδίας ἔχεσθαι πίστεως, προσμένειν δὲ καὶ αὐτὸν, εἰ καιροῦ λάβοιτο, ἐκεῖσε γενέσθαι. Τῆς δὲ ἑορτῆς ἐπιστάσης ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον ἐν πυρίναις γλώσσαις τοῖς ἀποστόλοις ἐφοίτησεν, ἔστεψε τὸν οἰκεῖον υἱὸν Κωνσταντῖνον ὁ βασιλεὺς διὰ Εὐθυμίου τοῦ πατριάρχου. Σπεύδων δὲ ὁ Σαμωνᾶς τὴν τῆς βασιλίδος πρὸς ἑαυτὸν ἐπισπάσασθαι εὔνοιαν, Κωνσταντῖνον τὸν ἑαυτοῦ ὑπηρέτην ἐκτομίαν ὄντα καὶ τῆς τῶν Παφλαγόνων ὁρμώμενον χώρας τῇ Αὐγούστῃ παρέσχεν ὑπηρετεῖν. Τοσοῦτον δὲ οὗτος ἠγαπήθη παρ´ αὐτῆς καὶ Λέοντος τοῦ βασιλέως ὡς καὶ αὐτὸν τὸν Σαμωνᾶν διερεθίσαι πρὸς φθόνον, καὶ διαλοιδορεῖσθαι αὐτῷ πρὸς βασιλέα ὡς τῇ Αὐγούστῃ τάχα πλησιάζοντι· ὅπερ, ὡς ἀληθὲς πιστεύσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ τοῦ Ἀγίου Ταρασίου μονῇ δι´ αὐτοῦ τοῦ Σαμωνᾶ. Μετ´ ὁλίγον δὲ πάλιν μεταγνούς καὶ προσλαβεῖν τοῦτον ἐθέλων μετήγαγε δι´ αὐτοῦ τοῦ Σαμωνᾶ εἰς τὴν μονὴν τῶν Σπειρῶν. Ἐν τῷ Δαματρύὶ οὗν ἐξελθὼν ὁ βασιλεὺς καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσας μονῇ, καὶ θεασάμενος Κωνσταντῖνον, εὐθέως διεκελεύσατο, καὶ ἀπέδυσαν αὐτὸν τὰ τοῦ μονήρους βίου ἄμφια καὶ ἐνέδυσαν στολὴν κοσμικήν. Καὶ εὐωχούμενός τε παρ´ αὐτῳ δοθῆναί οἱ ἐκέλευσε τὸ ποτήριον ἐν τῷ ἀρίστῳ, καὶ εἰσερχόμενος ἐν τῷ παλατίῳ ἐφείλκετο καὶ αὐτὸν μετ´ αὐτοῦ. Ὁρῶν δὲ καὶ ὁ Σαμωνᾶς αὐξανομένην τὴν πρὸς τὸν Κωνσταντῖνον τοῦ βασιλέως ἀγάπην ἐπιβουλὴν κατ´ αὐτοῦ ῥάπτει, τόνδε συντεθειμένην τὸν τρόπον· κοινολογησάμενος Μεγίστῳ τῷ κοιτωνίτῃ καὶ Μιχαὴλ τῷ Τζιρίθωνι γραμμάτιον συντίθησι λριδορίας ἔχον κατὰ τοῦ βασιλέως ἀπείρους Κωνσταντίνου τοῦ Ῥοδίου, ὃς ὑπεγραμμάτευε τῷ Σαμωνᾷ, τοῦτο συνθέντος· ὅπερ γράψαντες καὶ σφραγίσαντες ἐν τῷ μιτατωρίῳ ἔῤῥιψαν. Τοῦ δὲ βασιλέως δημοσίαν πρόοδον ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ποιησαμέτόπῳ","prev":{"citation":"Compendium Historiarum 1.586.15-21","label":"1.586.15 to 1.586.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.586.15","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.586.15"},"next":{"citation":"Compendium Historiarum 1.588","label":"1.588","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.588","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.588"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}