{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.588","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.588","ref":"1.588","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.588","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.588","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.588.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":432,"text":"τοῦτο ἐῤῥιμμένον ἰδόντος, εἰληφότος τε καὶ ἀναγνόντος, πολλὴ κατέσχεν ἀπορία τοὺς συμπαρόντας, διστάζοντος ἑκάστου καὶ ἀγνοοῦντος τὸν ῥίψαντα. Κατέσχε δὲ καὶ τὸν βασιλέα ἀθυμία πολλὴ, καὶ τὸν πεποιηκότα ἐζήτει. Γέγονε δὲ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἔκλειψις σελήνης μεγίστη, δι´ ἣν ὁ βασιλεὺς τὸν μητροπολίτην Συνάδων μετεκαλέσατο ΙΙανταλέοντα, τῆς ἀστρονομικῆς παιδείας ἐν μνήσει τυγχάνοντα [Ρ. ΟΟ], τὸ τῆς ἐκλείψεως ἀποτέλεσμα μαθεῖν ὀριγνώμενος. Ὃν εἰσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἠρώτησεν εἰς τίνα τὴν κάκωσιν ἔσεσθαι, καὶ τόνδε φάναι ὅτι Εἰς σέ· τὴν ιγʹ δὲ τοῦ Ἰουνίου διερχόμενος ἡμέραν οὐδὲν ἔκτοτε πείσῃ κακόν. Ἐρωτηθεὶς δὲ καὶ παρὰ τοῦ βασιλέως περὶ τούτου εἶπεν ὅτι εἰς τὸ δεύτερον πρόσωπον ἡ κάκωσις ἐπισκήψει. Ὑπώπτευεν οὖν Α βασιλεὺς δεύτερον πρόσωπον εἶναι τὸν ἑαυτοῦ ἀδελφὸν Ἀλέξανδρον. Καὶ τὰ μὲν τῆς προῤῥήσεως ἢν ἔσχεν ἀπόβασιν, προϊὼν ὁ λόγος δηλώσει· Μιχαὴλ δὲ τοῦ Τζιρίθωνος κατ´ ἰδίαν τῷ βασιλεῖ προσελθόντος καὶ καταμηνύσαντος ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιτ. τάκιον πεποιηκὼς, παρευθὺς καταβιβάζεται εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρεται μοναχὸς, εἶτα ἐν τῇ μονῆ τοῦ πατριάρχου Εὐθυμίου ἀπάγεται, κἀκεῖθε διαλοιδορηθεὶς εἰς τὴν τοῦ Μαρτινακίου μετατίθεται. Ταῦτα δὲ ἐπράχθη μήπω τῆς ὡρισμένης προθεσμίας πάρὰ τοῦ μητροπολίτου διαδραμούσης. Ἐποίησε δὲ ἀντ´ αὐτοῦ τὸν Κωνσταντῖνον παρακοιμώμενον. Ἔκτισε δὲ αὐτῷ καὶ μοναστήριον ἐν ταῖς Νοσσιαῖς, ἐπ´ ὀνόματι τοῦ Σωτῆρος, ὃ καὶ ἐνεκαίνισεν ἅμα Εὐθυμίῳ τοῦ πατριάρχη. Ἀγαρηνῶν δὲ ἐξελθόντων μετὰ πλοίων τριακοσίων, ὧν ἡγεῖτο Δαμιανός τε ὁ τῆς Τύρου ἀμηρᾶς καὶ Λέων ὁ Τριπολίτης, Ἱμέριος ὁ λογοθέτης ναύαρχος ὤν τῶν Ῥωμαίων κατὰ τὸν Ὀκτώβριον μῆνα συνήντησε τούτοις εἰς Σάμον, ἦς ἐστρατήγει Ῥωμανὸς ὁ Λακαπηνός. Καὶ συλπλακεὶς τοῖς μετ´ αὐτοῦ ἡττήθη, καὶ τῶν ὑπ´ αὐτὸν νεῶν διασκεδασθεισῶν, μόλις αὐτὸς διεσώθη εἰς Μιτυλήνην. Κοιλιαχῷ δὲ νοσήματι ληφθεὶς ὁ βασιλεὺς, καὶ ἐπὶ χρόνον τῷ τοιούτῳ πάθει κατεργασθεὶς καὶ εἰς ἐσχάτην ἀδυναμίαν ἐληλακὼς, μόλις ἠδυνήθη ἐν τῷ τῆς ἐγκρατείας καιρῷ τὴν συνήθη ποιήσασθαι δημηγορίαν. Συνηθροισμένης γὰρ τῆς συγκλήτου τοιούτων ἤρξατο πρὸς αὐτοὺς λόγων· «Τὸ μὲν ἐμὸν σαρκίον, ὦ φίλοι, νόσω ἐκτρυχωἐν ἀπέῤῥευσε, καὶ ἠ ἰσχὺς ἐπιλέλοιπε, καὶ τάχα οὐκέτι μεθ´ ὑμῶν βιοτεύω, οὐδὲ καταλήψομαι τὴν τοῦ Δεσπότου Χριστοῦ Ἀνάστασιν. Μίαν τοίνυν καὶ τελευταίαν ὑμᾶς αἰτῶ τήνδε τὴν χάριν, ἀπομνημονεῦσαι ἣν εἶχον πρὸς ὑμᾶς χρηστὴν διάθεσιν, καὶ ἀντὶ ταύτης εὔνοιαν τῇ ἐμῇ συζύγῳ διατηρῆσαι καὶ τῷ υἱῷ.» Καὶ ἡ μὲν τοῦ βασιλέως δημηγορία τοιαύτη, ἡ δὲ σύγκλητος βουλὴ ὑπέσχετο δακρυῤῥοοῦσα καὶ μετ´ ὀλοφυρμῶν λύπῃ μὲν συνέχεσθαι ἀπαραμυθήτῳ τοιούτου στερισκομένη δεσπότου καὶ βασιλέως, εὔνοιαν δὲ διατηρήσειν εἴς τε τὴν δέσποιναν καὶ τὸν ἡμέτερον δεσπότην καὶ βασιλέα καὶ σὸν υἱὸν, ὥστε, εἰ δεήσει, μυριάκις ἔμπροσθεν αὐτῶν ἀποθανεῖν. Ταῦτα εἰποῦσα ἡ σύγκλητος καὶ τελευταῖον ἀσπασμὸν ἀποδοῦσα τῷ βασιλεῖ ἀπηλλάγη. Οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς ἐτελεύτησεν, ἀλλὰ διετέλεσε νοσηλευόμενος καὶ σφακελιζόμενος","prev":{"citation":"Compendium Historiarum 1.587","label":"1.587","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.587","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.587"},"next":{"citation":"Compendium Historiarum 1.589","label":"1.589","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.589","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.589"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}