{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.63","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.63","ref":"1.63","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.63","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.63","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.63.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":349,"text":"ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέθετο ταῦτα· Ἐν ταῖς ἀληθείαισιν, εἶς ἑστιν Θεὸς, Ὃς οὐρανὸν τέτευχε καὶ γᾶν μακρὰν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραύυχὴν Θεῶν ἀγάλματ´ ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους, Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες ἡμεῖς εὐσεβεῖν νομίζομεν Ποναρχίαν γὰρ ἔδοξε δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς. Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰοῦς, τῶν Ἐλλήνων ἀρχηγοὶ γεγονότες, τοῖς ξοάνοις προσεκύνουν, οἷστισι μέμφεται ὁ Χεῤῥονήσιος Πλούταρχος ὡς πλάνην ἀγαλμάτων τινῶν εἰσάγουσι, τοὺς κατ´ οὐρανὸν φωστῆρας θεοποιούμενοι τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἡ τῶν Αἰγυπτίων θεογονία περιέχει. Αὐτοὺς γὸρ λέγει τὸν σύμπαντα κόσμον διοικεῖν καὶ τρέφειν, αὐξάνοντας τὰ πάντα τῆ τριμερεῖ κινήσει τῶν πέντε πλανήτων καὶ τῆς λοιπῆς ἀστροθεσίας κατὰ γενέσεις καὶ ἀστέρας. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωϋσέως ἐβασίλευσεν Ἀσσυρίων Ἐρεχθεὺς, Αἰγυπτίων δὲ ἐβασίλευσε Πετισώνιος ὁ καὶ Φαραὼ, ὅστις εἶχε μάγους τὸν Ἰαννῆν καὶ Ἰαμβρῆν. Ἐπὶ τῆς βασιλείας δὲ τούτου ἐπληθύνθη ἐν Αἰγύπτῳ τὸ τῶν Ἑβραίων γένος. Ὁδὲ Μωθσῆς ἦν πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων· ἑἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἐπαίρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ· ἦς ὁ ἄνθρωπος στερούμενος ἐπὶ πλεῖον τραχύνεται ἐκ τοῦ διαβόλου, καὶ ὀργὴ τοῦ Θεοῦ. Ἐν δὲ τοῖς ἀνωτέρω προγεγραμμένοις χρόνοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐγεννήθη Σεροὺχ, ὅστις πρῶτος ἤρξατο τοῦ Ἑλληνισμοῦ καὶ τοῦ δόγματος τῆς εἰδωλολατρείας, καθὼς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο· αὐτὸς γὰρ ὁ Σεροὺχ καὶ οἱ σὺν αὐτῷ τοὺς πάλαι γενομένους ἢ πολεμιστὰς ἢ ἡγεμόνας καί τι πράξαντας ἀνδρίας ἢ ἀρετῆς ἄξιον ἐν τῷ βίῳ τοῦ μνημονεύεσθαι, καὶ ὡς ὄντας αὐτῶν [Ρ. Ο] προπάτορας, ἀνδριᾶσι στηλῶν ἐτίμησαν, καὶ ὡς θεοὺς προσεκύνουν αὐτοὺς καὶ ἐθυσίαζον. Οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτορας καὶ ἀγαθῶν εὑρετάς ἐτίμησαν μνήμαις μόναις, ὡς θεοὺς ἐπουρανίους ἐτίμων καὶ ἐθυσίαζον αὐτοῖς. Ἦν δὲ τὸ τῆς ἀποθεώσεως σχῆμα τοιοῦτον· Ἐν ταῖς ἱερατικαῖς αὐτῶν βίβλοις ἐτάσσοντο τὰ ὀνόματα αὐτῶν μετὰ τελευτὴν, καὶ κατ´ ἐκεῖνον τὸν καιρὸν ἑορτὴν αὐτῷ ἐπετέλουν, λέγοντες τὰς αὐτῶν ψυχὰς εἰς τὰς τῶν μακάρων νήσους εἶναι καὶ μηκέτι κρίνεσθαι ἢ καίεσθαι πυρί. Καὶ διέμειναν ἕως τῶν χρόνων Θάῤῥα τοῦ πατρὸς Ἀβραὰμ ταῦτα. Ἀλλὰ καὶ ὁ σοφώτατος Σοφοκλῆς","prev":{"citation":"Compendium Historiarum 1.62","label":"1.62","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.62","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.62"},"next":{"citation":"Compendium Historiarum 1.64","label":"1.64","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.64","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.64"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}