{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.67","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.67","ref":"1.67","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.67","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.67","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.67.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":433,"text":"Ὃτι δεήσεις μεγάλας ποιησάμενος πρὸς τὸν Θεὸν εἰς τὸ διαβῆναι τὸν Ἰορδάνην καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας οὐχ ὑπηκούσθη, ἀλλ´ εἶπεν αὐτῷ ὁ Θεός· «Ἱκανούσθω σοι· ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην.» Καὶ ἐτελεύτησε Μωϋσῆς ἐν τῷ ὄρει ἐκείνῳ ἐτῶν ἑκατὸν δέκα. Καὶ ἡγεῖται τοῦ λαοῦ Ἰης σοῦς ἔτη κζʹ, ζήσας τὰ πάντα ἔτη ἑκατὸν δέκα. Ἀλλὰ δέον ἡγησάμην σαφέστερον τὰ περὶ τοῦ μακαρίου Μωϋσέως διεξελθεῖν. Μέλλων γὰρ ὁ θεσπέσιος οὗτος τὸν δεύτερον νόμον δέχεσθαι ἀνέβη εἰς τὸ ὄρος, καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέττη αὐτῷ ἐκεῖνος ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα· ἅρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιε. Καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς δέκα λόγους. Καὶ λαβῶν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμένος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωὕσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβήθη αὐτῷ προσεγγίσαι· καὶ διὰ τοῦτο κάλυμμα ἐπετίθει, ἡνίκα πρὸς αὐτοὺς ὡμίλει. Μετὰ γὰρ ἡμέρας τεσσαράκοντα κατελθὼν, καὶ διὰ τὴν μοσχοποιίαν θυμωθεὶς, εὐθέως τὰς πλάκας συνέτριψε καὶ αὐτίκα προσέταξεν ἡβηδὸν πάντας τοὺς παρατυχόντας ἀναιρεθῆναι. Καὶ τὸν μόσχον ἐξαφανίσας, καὶ τρισχιλίους αἰσχίστους ἄνδρας ἐξολοθρεύσας ἐν μιᾷ ἡμέρᾳ, τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὅρος πρὸς Κύριον, δυσωπήσων αὐτόν. Καὶ ἄκουσον τί φησιν ἡ Ιραφή· «Καὶ ἐγένετο μετὰ τὴν αὔριον, εἶπε Μωϋσῆς πρὸς τὸν λαόν· Ὑμεῖς ἡμαρτήκατε ἀμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἀμαρτίας ὑμῶν. Καὶ ἐπέστρεψε Μωϋσῆς πρὸς Κύριον, καὶ εἶπε· Δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, [Ρ ὅΙ] καὶ ἐποίησαν ἑαυτοῖς θεούς. Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἀμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου. Νυνὶ δὲ βάζιζε, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἴρηκά σοι, καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται ἔμπροσθέν σου· ἦ δ´ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ´ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.» Ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν ὡς ὀγδοηκονθήμερον ἐφεξῆς ἀπόσιτος ἔφυ θεοφορούμενος ὁ θεσπέσιος Μωϋσῆς, θείῳ λόγῳ τρεφόμενος κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἡνίκα δ´ ἂν εἰσεπορεύετο Μωϋσῆς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰστήκει πᾶς ὁ λαὸς σκοπεύοντες. Ὡς δ´ ἂν εἰσῆλθε Μωϋσῆς ἐν τῆ σκηνῇ, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ὁ Θεὸς επὶ τὴν σκηνήν. Ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ. Καὶ οὕτως ἐλάλει Κύριος μετὰ Μωϋσέως ἐνώπιον τοῦ λαοῦ. Καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς Κυρίου διαφόρως ἐπαγωνιζόμενος ἐξελέσθαι, τοσοῦτον ἠλόγησε τῆς οἰκείας σωτηρίας ὡς καὶ ἐν τῇ θραύσει τοῦ Θεοῦ κατὰ τὸν Δαβὶδ στῆναι. Οἱ δὲ","prev":{"citation":"Compendium Historiarum 1.66","label":"1.66","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.66","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.66"},"next":{"citation":"Compendium Historiarum 1.68","label":"1.68","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}