{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.69","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.69","ref":"1.69","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.69","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.69","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.69.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":447,"text":"ἕφη οιʹ Καὶ ὁ μὲν Μωϋσῆς πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοραίων καὶ τὸν Ὧν βασιλέα τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῷ Ῥαφαῖν ἐν Ἀσταρὼθ, ἀπόγονον ὄντα τοῦ Ῥαφαὶν, οὗ καὶ ἡ κλίνη σιδηρᾶ, τὸ μῆκος ἔχουσα πήχεις ἐννέα, τὸ πλάτος τέσσαρας, ἀφείλετο πᾶσαν τὴν γῆν αὐτῶν. Ὁ δὲ Ἰησοῦς χειρωσάμενος πᾶσαν τὴν γῆν αὐτῶν καὶ τοὺς Χαναναίους καὶ Φερεζαίους καὶ Γεργεσαίους καὶ Χετταίους καὶ Ἰεβουσαίους καὶ Ἀμοραίους καὶ Εὐαίους καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν τριακονταδύο, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκε τοῖς υἱοῖς Ἰσραήλ. Ἐν δὲ τῷ φεύγειν αὐτοὺς, φησὶν, ἀπὸ προσώπου των υἱῶν Ἰσραήλ καὶ Κύριος ἐπέῤῥιπτεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραήλ μαχαίρᾳ στρατηγοῦντος Ἰησοῦ. Ὅ γεμὴν μέγας καὶ τερατουργὸς καὶ θεοφιλὴς πάνυ οὗτος ἀναδειχθεὶς οὐκ ἄμοιρος λύπης καὶ πειρασμῶν διαφόρων ἐγένετο. Περὶ οὗ καὶ ὁ θεοῤῥήμων Χρυσόστομος ἔφη· «Ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος. Εἶπεν Ἰησοῦς τοῦ Ναυῆ· Στήτω ὁ ἥλιος κατὰ Γαυαὼδ καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ· καὶ ἐγένετο· φησὶ γάρ· «Καὶ ἔστη ὁ ῆλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς,[Ρ. καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρότερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι Θεὸν ἀνθρώπου.» Τοῦτο τοῦ Μωϋσέως μεῖς ζον. Ἀλλά γε δὴ καὶ οὗτος ὁ θαυμαστὸς καὶ μέγας καὶ τερατουργὸς, διαδεξάμενος τὸν Μωϋτῆν, συναπήλαυσεν αὐτῷ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἀνιαρῶν. Οὐ γὰρ ἔτι μόνον ὅτε ἔζη Μωῦσῆς, τὰ ἱμάτια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς μείζονα ταύτης κατέστη ἀνάγκην δι´ ὅλης ἡμέρας πρηνὴς κείμενος διὰ τὴν ἁμαρτίαν Ἄχαν καὶ τὴν τοῦ λαοῦ ἦτταν. Φησὶ γάρ· «Καὶ διέῤῥηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἰ πρεσβύτεροι Ἰσραήλ. Καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἰπεν Ἰησοῦς· Δέομαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοραίῳ ἀπολέσαι ἡμᾶς; καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραήλ τὸν αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς.» Ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἦττον Μωῦσέως ἀδημονεῖ καὶ θορυβεῖται; καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν ἐξ ἀπορίας ἀπελέγετο. Ἐῶ λέγειν τοὺς διαφόρους πολέμους καὶ τὰς μάχας καὶ τὰς φροντίδας καὶ τῶν Γαυαωνιτῶν τὴν ἀπάτην. Καὶ μέντοι καὶ ἡ τῶν κλήρων διανομὴ πολὺν μὲν τὸν πόνον πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. Οὕτω τοίνυν ἅπαντες ὅσοι τῷ Θεῷ μεγάλως εὐηρέστησαν, διὰ θλίψεων καὶ πειρασμῶν δοκιμασθέντες καὶ δόκιμοι ἀναφανέντες τῆς πρὸς Θεὸν ἀγάπης καὶ παῤῥησίας ἐπέτυχον, καὶ οὐκ ἔστιν οὐδεὶς, ὧν πολὺς παρὰ τῷ Θεῷ λόγος, θλίψεων ἐκτὸς, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ Θεοῦ περὶ αὐτῶν κρίΜετὰ","prev":{"citation":"Compendium Historiarum 1.68","label":"1.68","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68"},"next":{"citation":"Compendium Historiarum 1.70","label":"1.70","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.70","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.70"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}