{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.73","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.73","ref":"1.73","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.73","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.73","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.73.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":357,"text":"τῶν ὑδάτων ἕως τοῦ Ἰορδάνου, καὶ συνέλαβον φεύγοντας τοὺς δυνάστας Μαδιὰμ Ὡρὴβ καὶ Ζὴβ, καὶ τεμόντες τὰς κεφαλὰς αὐτῶν προσήνεγκαν τῷ Γεδεών. Διαβὰς δὲ τὸν Ἰορδάνην ὁ Γεδεὼν ἐπάταξε τὴν παρεμβολὴν Μαδιὰμ, καὶ ἐξέφυγον οἱ βασιλεῖς Μαδιὰμ Ζεβεὲ καὶ Σαλμανᾶ ἐκ τῆς παρεμβολῆς. Καὶ [Ρ. ὅτι] κατεδίωξε Γεδεὼν ὄπισθεν αὐτῶν, καὶ ἀπέκτεινεν αὐτούς. Ἔλαβε δὲ τὰ ἐνώτια τὰ χρυσᾶ ἐκ τῶν σκύλων, καὶ ἐποίησεν Ἐφοὺδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθᾷ, εἰς τὴν κληρονομίαν Μανασσῆ. Καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ἐπ´ αὐτῷ, καὶ γέγονε σκάνδαλον τῷ λαῷ. Καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Γεδεὼν, ὃς καὶ Ἱεροβάαλ ἐλέγετο, ἐπὶ ἔτη μʹ. Ἐν τούτοις τοῖς χρόνοις τοῦ Γεδεὼν ἦν Ὁρφεὺς ὁ Θρὰξ ὁ λυρικὸς ὁ Βρυώσιος, ὁ σοφώτατος καὶ περιβόητος ποιητὴς, ὅστις ἐξέθετο θεογονίας καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκώς ἐν τῇ ἀρχῇ τοῦ συντάγματος αὐτοῦ ὅτι ἐξ ἰδίας ἐνθυμήσεως οὐκ ἐξέθετό τι περὶ Θεοῦ ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ´ αἰτησαμένου αὐτοῦ μαθεῖν παρὰ τοῦ Φοίβου Τιτᾶνος ἡλίου τὴν θεογονίαν καὶ τὴν τοῦ κόσμου κτίσιν, καὶ τίς ἐποίησεν αὐτήν. Ἐκφέρεται γὰρ ἐν τῆ αὐτοῦ ἐκθέσει διὰ ποιητικῶν στίχων οὕτως· Ὅ ἄνα Λητοῦς υἱὲ, ἑκατηβόλε, Φοῖρε, κραταιέἵὮ δέσποτα ἡμέρας υἱέ, ὁ τὰ πάντα πόῤῥωθεν ἐ [ταῖς ἀκτῖσί σου Τρξεύων, ἀμίαντε καὶ δυνατέΠάνδερκες, θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσων, Ὥ τὰ πάντα ἐπιβλέπων, θνητῶν καὶ ἀθανάτων [βασιλεύων· Ἥλιε χρυσέοισιν ἀειρόμενε πτερύγεσσιν, Ἥλιε τιμίαις εἰς τὸν ἀέρα ὑψούμενε πτέρυξι. Λωδεκάτην δὴ τήνδε περὶ σοῦ ἔκλυον ὀμφὴν, Σεῖο φαμένου· σέ δ´ αὐτὸν, Ἑκηβόλε, μάρτ [θείην. Καὶ ἄλλους δὲ πολλοὺς περὶ τούτων εἶπε στίχους ὁ αὐτὸς Ὀρφεύς. Ἔφρασε δὲ ἐκ τῶν προειρημένων στίχων ὅτι ὡς ἐκ τῆς εὐχῆς ἀκούσας περὶ θεογονίας καὶ κτίσεως κόσμου συνεγράψατο. Παρείθησαν δὲ διὰ τὸ πλῆθος. Λέγει δὲ πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ὑπὸ τοῦ Θεοῦ δημιουργηθεὶς, ἐντεῦθεν δὲ καὶ ἐντεῦθεν τοῦ αἰθέρος ἧν χάος καὶ νὺξ ζοφερὰ, πάντα δ´ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, σημαίνων τὴν νύκτα προτερεύειν, εἰρηκὼς ἐν τῇ αὑτοῦ ἐκθέσει ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι, προγενέστερόν τε καὶ δημιουργὸν ἁπάντων, καὶ αὐτοῦ τοῦ αἰθέρος καὶ πάντων τῶν ὑπ´ αὐτὸν τὸν αἰθέρα. Τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν. Ἔφρασε δὲ ὅτι τὸ φῶς ῥῆεαν","prev":{"citation":"Compendium Historiarum 1.72","label":"1.72","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.72","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.72"},"next":{"citation":"Compendium Historiarum 1.74","label":"1.74","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.74","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.74"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}