{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.74","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.74","ref":"1.74","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.74","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.74","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.74.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":400,"text":"τὸν αἰθέρα ἐφώτισε πᾶσαν τὴν κτίσιν εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον τὸ ὑπέρτατον πάντων. Οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξεῖπε· Μῆτις, ὅπερ ἑρμηνεύεται βουλὴ, φῶς, ζωοδοτήρ. Εἶπεν ἐν τῇ αὐτοῦ ἐκθέσει ταύτας τὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν, καὶ κράτος τούτων λεὸν ὃν οὐδεὶς ὁρᾷ· ἧστινος δυνάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν. Ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, ἀρχὰς ἀσωμάτους καὶ ἤλιον καὶ σελήνην καὶ ἐξουσίαν καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν, [Ρ. ὅθ] καὶ τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. Τὸ δὲ τῶν ἀνθρώπων γένος εἶπεν ὑπ´ αὐτοῦ τοῦ Θείου πλασθὲν ἐκ γῆς καὶ ψυχὴν ὑπ´ αὐτοῦ λαβεῖν λογικὴν, καθὼς Μωϋσῆς ἐξέθετο. Ὁ δὲ αὐτὸς Ὁρφεὺς ἐν τῇ αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο καὶ αὐτός ἐστι τὰ πάντα. Περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐτὸς Ὀρφεὺς ἐξέθετο ποιητικῶς στίχους πολλοὺς, ἀφ´ ὧν εἰσὶν οὕτοι· Θῆρές τ´ οἰωνοί τε βροτῶν τ´ ἀλητώσια φῶλα. Θηρία, ὄρνεα, τῶν ἀνθρώπων τὰ καταναλισκό Ἄχθεα γῆς, εἰδωλα τετυγμένα, μενα ἔθνη Εἰδότες οὔτε κακοῖο προσερχομένοιο νοῆσαι· Φράδμονες οὔτε ποῖον μάλ ἀποστρέψαι κακότι οὐδὲ ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ ἔρξαι Ἀλλὰ μάτην ἀδαήμονες, ἀπρονόητοι. Καὶ ἄλλους δὲ πολλοὺς περὶ τοῦ ἀνθρωπίνου γένους ἐξέθετο στίχους ὁ αὐτὸς σοφώτατος Ὀρφεὺς, Ταῦτα Τιμόθεος συνεγράψατο ὁ χρονογράφος, λέγων τὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα. Ἐν τούτοις τοῖς χρόνοις ἐκτίσθη τὸ Ἵλιον ὑπὸ τοῦ Ἵλου· μετὰ δὲ λδ´ ἔτη τοῦ κτισθῆναι τὸ λιον ἐκτίσθη Κύζικος, μητρόπολις Ἑλλησπόντου καὶ Ἀσίας ὑπὸ Κυζίκου. Ἐκτίσθη δὲ καὶ Τύρος πρὸ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ ἔτεσι τριακοσίοις καὶ πεντήκοντα πρὸς τῷ ἑνί. Ἐν τοῖς χρόνοις τῶν κριτῶν ἐγνωρίζετο καὶ Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀργοναῦται οἱ περὶ τὸν Ἰάσονα Κτὸν Θετταλὸν, οἵτινες ἀνιόντες τὸν ἀνάπλουν τῆς ΙΙΟντικῆς θαλάσσης ἐπολεμήθησαν ὑπὸ Κυζίκου τοῦ βασιλέως τῆς Ἑλλησπόντου ἐξαίφνης. Καὶ συμβαλόντες ἀλλήλοις ναυμαχίᾳ ἀπέκτειναν τὸν Κύζικον, καὶ παρέλαβον τὴν πόλιν αὐτοῦ τὴν Κύζικον. Μεμαθηκότες δὲ ὅτι Κύζικος ὁ σφαγεὶς ὑπ´ αὐτῶν συγγενὴς αὐτῶν ὑπῆρχεν, ᾔτουν συγγνώμην τῆς ἀγνοίας αὐτῶν, καὶ ἀποθεραπεύοντες τὸ θεῖον ἔκτισαν ἐν αὐτῇ τῇ Κυζίκῳ ἱερὸν, καθὼς ἔμπροσθεν λέξομεν, περί τε τοῦ δοθέντος αὐτοῖς χρησμοῦ ἀπὸ τῶν Πυβίων θερμῶν καὶ περὶ τῶν ἄλλων. Ὅτι οὐκ ἐν θεοῖς ἑτέροις ἀνέθηκε Γεδεὼν τὸ ἐοοὺδ ἀλλὰ τῷ ὄντι Θεῷ. Ἀλλ´ ἐπεὶ τοῦ νενομισμέΚνου τόπου καὶ τοῦ νόμου ἀλλότριον πέπραχε καὶ σκάνδαλον γέγονε τῷ Ἰσραήλ, συνέβη γενέσθαι ἐξ´","prev":{"citation":"Compendium Historiarum 1.73","label":"1.73","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.73","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.73"},"next":{"citation":"Compendium Historiarum 1.75","label":"1.75","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.75","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.75"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}