{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.77","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.77","ref":"1.77","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.77","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.77","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.77.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":410,"text":"τε Βασιλειῶν καὶ τῶν Παραλειπομένων ἐν ἐπιτόμῳ ἀνατάξαι εἰς ἀνάμνησιν τῶν ἐντυγχανόντων ταύτῃ τῇ βίβλῳ. Ὁ Ἐλκανᾶς καὶ Ἄννα καὶ Φενάννα αἱ γυναῖκες αὐτοῦ ἀνήρχοντο ἐν Σηλὼμ θύειν Κυρίῳ. Καὶ τῇ Ἄννῃ οὐκ ἦν τέκνον. Καὶ ᾐτήσατο Ἄννα κατωδύνως Κυρίῳ τοῦ ἀνοιγῆναι αὐτῆς τὴν μήτραν καὶ τὸ τεχθὲν δοτὸν γενέσθαι αὐτῷ. Καὶ ἔτεκε τὸν Σαμουὴλ, καὶ προσήνεγκεν αὐτὸν τῇ σκηνῇ τοῦ Θεοῦ. Καὶ πάλιν ηὔξατο Ἠλεὶ ὑπὲρ αὐτῆς δοθῆναι αὐτῇ ἀντὶ Σαμουὴλ τέκνα, καὶ ἔτεκεν υἱοὺς τρεῖς καὶ θυγατέρας δύο. Ὀφνεὶ δὲ καὶ Φινεὲς οἱ υἱοὶ Ἠλεὶ οὐκ ἐν ταῖς θυσίαις μόνον ἐξημάρτανον, ἀλλὰ καὶ ἐν ταῖς γυναιξὶν ἐξεπόρνευον ταῖς παρεστηκυίαις ἐν ταῖς σύλαις τοῦ ναοῦ Κυρίου. Ἰστορεῖ τοίνυν ἡ πρώτη τῶν Βασιλειῶν πόλεμον συστῆναι τοῖς ἀλλοφύλοις πρὸς τὸν Ἰσραήλ. Καὶ νικήσαντες οἱ ἀλλόφυλοι αἱροῦσι τὴν κιβωτὸν τοῦ Ἰσραήλ. Καὶ ἀκούσας Ἡλεὶ ὁ ἱερεὺς πεσὼν ἀπέθανε. Προσφέρουσι δὲ οἶ ἀλλόφυλοι τὴν κιβωτὸν δῶρον τῷ θεῷ αὐτῶν Δαγὼς εἰς Ἄζωτον, καὶ ἱστῶσιν αὐτὴν παρὰ τοὺς πόσας τοῦ εἰδώλου. Ἐν δὲ τῇ νυκτὶ πίπτει ὁ θεὸς αὐτῶν Λαχὼν, καὶ ὀρθρίσαντες εὗρον αὐτὸν πεπτωκότα ἔμπροσθεν τῆς κιβωτοῦ. Ἀνέστησάν τε αὐτὸν, καὶ Καὶ ἑτέρᾳ νυκτὶ πάλιν ἔπεσε Δαγὼν καὶ συνετρίβη, καὶ οὐκέτι ὁ ναὸς αὐτοῦ ἐσεβάσθη. Καὶ ἐπατάχθησαν οἱ ἀλλόφυλοι εἰς τὰς ἕδρας αὐτῶν καὶ οἱ ἐν παντὶ ὁρίῳ τῆς Πενταπόλεως αὐτῶν, Ἀζώτου, Γάζης, Ἀσκάλωνος, Γὲθ, Ἀκκάρων· καὶ ἐγένετο σύγχυσις μεγάλη θανάτουἐναὐταῖς, καὶ ἡ γῆαὐτῶν ἐξέβραζε μῦς. Καὶ μετὰ ἑπτὰ μῆνας δὲ Ἰώση πος, μῆνας δύο μόνους ποιῆσαι τὴν κιβωτὸν παρὰ τοῖς ἀλλοφύλοις, οἶ καὶ Παλαιστῖνον νῦν καλοῦνται ἐξέπεμψαν τὴν κιβωτὸν μετὰ δώρων καὶ θυσιῶν, ἐπιθήσαντες αὐτὴν ἐφ´ ἅμαξαν καινὴν, ζεύξαντες βόας ἐκλεκτοὺς, ἀσκύλτους, καὶ ηὔθυναν οἱ βόες ἀφ´ ἑαυτῶν. Καὶ ἦλθεν Ἰσραὴλείς τιμήν. Ἰδόντες δὲ οἱ ἀλλόφυλοι ἐφοβήθησαν φόβον μέγαν. Καὶ ἔμεινεν ἡ κιβωτὸς εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. Πρὸ τούτου δὲ κατήντησεν ἡ κιβωτὸς ἐν Βεθσαμοῖς εἰς οἶκον Ὡσηὲ, ὃς τὴν μὲν ἅμαξαν διασχίσας καὶ ἀνάψας ἐν πυρὶ, τοὺς δὲ´ βόας ἐν αὐτῇ ἀνενεγκὼν προσήνεγκε θυσίαν Κυρίῳ τῷ Θεῷ. Οἱ δὲ υἱοὶ Ἰεχωνίου ἀναξίως προσήγγισαν τῆς κιβωτῷ, καὶ ἀπώλοντο ἐξ αὐτῶν οἱ ἄνδρες, οἵτινες ὑπῆρχον δυσσεβεῖς καὶ εἰδωλολάτραι, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἐν Βεθσαμοῖς, ὥστε καὶ πνιγῆναι ἐκ τοῦ λαοῦ αὐτοῦ πεντήκοντα χιλιάδας. Αὖθις δὲ σάλιν ἀποπέμπουσι καὶ οὗτοι [Ρ. Ο] τὴν κιβωτὸν εἰς Καριαθιαρείμ· οἱ δὲ ἐν αὐτῇ ἄσμενοι ἀπεδέξαντο τὴν κιβωτὸν, καὶ κατέστησαν αὐτὴν εἰς τὸν οἶκον Ἀμιναδὰμ τὸν ἐν τῷ βουνῷ, καὶ ἡγίασεν Ἐλεάζαο τὸν υἱὸν αὐτοῦ φυλάσσειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου. Ἐποίησε δὲ ἡ κιβωτὸς ἐκεῖσε ἔτη κʹ, καὶ ὁ λαὸς ἄρτι ἐπορεύθη ὄπισθεν Κυρίου. Καὶ","prev":{"citation":"Compendium Historiarum 1.76","label":"1.76","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.76","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.76"},"next":{"citation":"Compendium Historiarum 1.78","label":"1.78","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.78","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.78"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}