{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.80","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.80","ref":"1.80","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.80","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.80","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.80.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":380,"text":"ἐκεῖ ἔχρισε τὸν ὄγδοον υἱὸν Ἰεσσαὶ Δαβὶδ εἰς βασιλέα, καὶ δίδοται πνεῦμα Θεοῦ. Καὶ τότε ἐπῆλθεν ἐπὶ Σαοὺλ πνεῦμα πονηρὸν, καὶ ἔπνιγεν αὐτόν. Καὶ εἶπον οἰ γνωστοὶ αὐτοῦ τὰ περὶ Δαβὶδ πρὸς αὐτὸν, ὅτι πνεῦμα Θεοῦ ἐν αὐτῷ, καὶ ὅτι ἄδει ψάλλων ἐν κιννύρᾳ καὶ ψαλτηρίῳ καὶ ναύλῃ. Καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ, καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ ψάλλειν καὶ διώκειν πνεῦμα τὸ πνῖγον αὐτόν. Καὶ ἀπέστη τὸ πνεῦμα ἀπὸ Σαοὺλ, καὶ πεποίηκεν· αὐτὸν ἐπὶ τὸ αἴρειν τὰ σκεύη αὐτοῦ τὰ πολεμικά. Ἀγαπητὸς δὲ γέγονε Δαβὶδ τῷ Σαούλ, Τότε ἐξῆλθον οἱ ἀλλόφυλοι ἐν δυνάμει βαρείᾳ, καὶ γέγονε τὰ περὶ Δαβὶδ καὶ Γολιὰθ, ὃν ἀνεῖλε μονομαχήσας ὕψος ἔχοντα πόδας ὀκτὼ, ὥν ἐτῶν λγʹ. ᾯ ὑπήντησαν αἱχορεύουσαι λέγουσαι· «Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ.» Καὶ γίνεται φθόνος Σαοὺλ ἐπὶ Δαβὶδ διὰ τὸ αὐτῷ μὲν δοθῆναι τὰς χιλιάδας, ἐκείνῳ δὲ τὰς μυριάδας. Καὶ ἐπέπεσε παρὰ Θεοῦ πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, καὶ προεφήτευσεν ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ. Καὶ Δαβὶδ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ ὡς καθ´ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαοὺλ, καὶ εἶπε πατάξαι ἐν Δαβὶδ, καὶ ἐκκλίνας Δαβὶδ, ἐπάταξεν ἐν τῷ τοίχῳ. Τοῦτο δίς πεποίηκε Σαούλ. Γνοὺς δὲ Σαοὺλ συμμαχεῖν Θεὸν τῷ Δαβὶδ, ἐποίησεν αὐτὸν χιλίαρχον, ἐξαποστείλας αὐτὸν ἀπὸ προσώπου αὐτοῦ εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι ἐν τῷ πολέμῳ, εἰπών· «Ἔστω ἡ χεὶρ τῶν ἀλλοφύλων κατ’´ αὐτοῦ ἤπερ ἡ χείρ μου,» καὶ δέδωκεν αὐτῷ Μελχὸλ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα. Ἀποδρὰς δὲ Δαβὶδ ἀπὸ προσώπου Σαοὺλ ἀπῆλθε πρὸς Σαμουὴλ ἐν πόλει Ἀρμαθαὶμ, καὶ εὗρε χορὸν προφητῶν μετὰ Σαμουήλ. Καὶ ἀπέστειλε Σαοὺλ ἄπαξ καὶ δὶς καὶ τρὶς ἀγγέλους συλλαβέσθαι τὸν Δαβὶδ· καὶ προφητεύοντες διέμενον. Θυμωθεὶς δὲ Σαοὺλαὐτὸς δι´ ἑαυτοῦ ἐπορεύθη συλλαβέσθαι αὐτόν· καὶ ἐξέστη, καὶ ἦν προφητεύων καὶ αὐτὸς, καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἔκειτο δι´ ὅλης ἡμέρας καὶ νυκτὸς γυμνός. Καὶ μετὰ ταῦτα τελείως ἀφίσταται [Ρ. βὕ Δαβὶδ ἀπὸ Σαοὺλ, κτησάμενος χεῖρα τετρακοσίων ἀνδρῶν πολεμιστῶν. Καὶ μετὰ τοῦτο θνήσκει Σαμουὴλ, καὶ θάπτεται ἐν τῷ οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαὶμ. Σαοὺλ δὲ ἔτι διώκων ἦν τὸν Δαβίδ. Ἀβεσσὰ δὲ καὶ Ἰωὰβ κατῆλθον ἐν τῇ παρεμβολῇ Σαοὺλ νυκτὸς μετὰ Δαβὶδ, καὶ ἔλαβον τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος. Ἀποδιδράσκει δὲ Δαβὶδ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ, καὶ δίδωσιν αὐτῷ πόλιν Σικελὰκ, καὶ παροικεῖ ἐκεῖ μῆνας τέσσαρας· ὅπου στήλην ὁ πατραλοίας Ἀβεσαλὼμ ἐπ´ ὀνόματι αὐτοῦ ἔστησε, παρανομήσας κἀν τούτῳ.","prev":{"citation":"Compendium Historiarum 1.79","label":"1.79","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.79","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.79"},"next":{"citation":"Compendium Historiarum 1.81","label":"1.81","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.81"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}