{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.81","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.81","ref":"1.81","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.81","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.81.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":412,"text":"Ἐν ᾧ τόπῳ καὶ λιθόλευστος γέγονεν..... Ἰεβοσθέ ὁ Χαναναῖος, ὃς ἐπὶ ἐννακοσίοις τραυματίαις ἐσπᾶτο ῥομφαίαν εἰσάπαξ. Οὕτος οὐκ ἦν τῶν τριῶν, ἀλλ ὑπὲρ τοὺς τρεῖς δυνατός. Εἰτα Ἀδίνων, καὶ οὗτος ἐσπᾶτο ῥομφαίαν ἐπὶ ὀκτακοσίοις τραυματίαις, Ἐλεάζαρ, καὶ τρίτος Σαμέας· οὗτοι οἱ τρεῖς διέῤῥηξαν τὸ σύστημα τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν ἐκ Βηθλεὲμ πιεῖν τῷ Δαβὶδ αἰτήσαντι ὕδωρ. Ἀβεσσᾶ δὲ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀσσαήλ ἐσπάσαντο τὴν ῥομφαίαν αὐτῶν ἐπὶ τῷ τραυματίᾳ. Ἵίρχε δὲ τῶν τριῶν οὐχ ὡς ὑπὲρ αὐτοὺς ἡ ὡς αὐτοὶ ἰσχύων, ἀλλ´ ὡς συγγενὴς τοῦ βασιλέως· ἡ γὰρ δύναμις αὐτοῦ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν. Ἀλλὰ καὶ Βανέας υἱὸς Ἰωὰβ, ἀδελφοῦ τοῦ Δαβὶδ, δυνατὸς ὢν παρεβάλλετο τοῖς τρισὶν, οὐ μέντοι γέγονε τῆς ἰσχύος αὐτῶν. Ἦσαν δὲ ὀνομαστοὶ καὶ δυνατοὶ ἕτεροι λζʹ, ὧν ἦρχεν Ἀσσαήλ. Ῥομφαία δὲ ἡ σπάθη ἐστὶ, καὶ οὐ τὸ δόρυ, ὥς τινες οἴονται, καθὼς Δαβὶδ πρὸς τὸν ἀλλόφυλον λέγει· «Σὺ ἔρχῃ πρός με ἐν ῥομφαία καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύσομαι πρὸς αὲ ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαώθ.» Ὁ δὲ ἐτῶν Κοʹ τελευτᾷ Δαβὶδ, ἑπτὰ ἔτη βασιλεύσας τοῦ Ἰούδα καὶ μῆνας ἕξ, τριάκοντα δύο δὲ καὶ μῆνας ἕξ ἐπὶ πᾶσαν φυλήν. Ἥν δὲ, ὅτε ἐβασίλευσεν, ἐτῶν τριάκοντα. Ὅτι Σολομῶν καὶ πρὸ τοῦ οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν ἐν τοῖς ὑψηλοῖς ἐθυμία, καὶ πᾶς ὁ λαός. Τὰ δὲ μέγιστα τῶν παραπτωμάτων αὐτοῦ μετὰ τὴν οἰκοδομὴν τοῦναοῦ γέγονεν. Ὅτι ἐποίησετὸν βασίλειον θρόνον αὐτοῦ ἐλεφάντινον, ἐκ μὲν τῶν ὄπισθεν ἔχοντα προτομὰς δύομόσχων, καὶ δύο λεόντων εἰς τὰ παρ´ ἑκάτερα πλησίον τοῦ θρόνου. Ἐποίησε δὲ καὶ βαθμοὺς ἔξ, εἰς ὕψος ἐξαίροντας τὸν θρόνον, καὶ ἐν ἑκάστῳ βαθμῷ ὡσαύτως λέοντας ἐστηλωμένους, ὥστε εἶναι τοὺς πάντας λέοντας τῶν μὲν ἀναβαθμῶν δώδεκα, τοὺς δὲ πλησίον τοῦ θρόνου δύο. Λέγει δὲ Ἰώσηπος καὶ ὲν τούτω ἀνομῆσαι αὐτὸν καὶ παραβῆναι τοὺς ὑπὸ Θεοῦ[Ρ. Οὐ] δοθέντας τῷ Μωῦσῇ καὶ τῷ λαῷ νόμους· οὐδὲ γὰρ ὄψεως ἕνεκεν ἐπετράπησαν ζῳοπλαστεῖν ἢ σκιαγραφίαις προσέχειν. Διὰ τὸ ἀσεβῆσαι δὲ Σολομῶντα λαμβάνει Ἱεροβοὰμ τὰς δένα φυλάς. Ῥοβοὰμ δὲ τῶν υἱὸς Σολομῶντος καταλιμσάνονται φυλαὶ δύο, ἡ τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν· ἡ γὰρ Ἰερουσαλὴμ ἐν τῇ κληρουχίᾳ τῆς Βενιαμίτιδος φυλῆς κεῖται, καὶ διὰ τοῦτο συνήφθη τῆ φυλῇ Ἰούδα. Ὅτι τὰ πρῶτα παραπτώματα ἰστορεῖ ἡ Γραφὴ Σολομῶντος καὶ τὰ κατορθώματα, ἀλλ´ οὐχ ὡς παραπτώματα, ἐπεὶ φαίνεται καὶ πρὸ τῆς κτίσεως τοῦ ναοῦ καὶ μετὰ τὴν κτίσιν, ἔτι νέος ὢν, ἐν τοῖς ὧψηλοῖς θύων καὶ θυμιῶν καὶ γυναῖκας ἀλλοφύλους ἔχων παρανόμως. Τέως δὲ ἐν πρώτοις ἡ ἱστορία τῆς Γραφῆς οὐκ ἐγκαλεῖ αὐτῷ, οὐχ ὡς μὴ πράξαντος κακῶς τὰ πράγματα διηγουμένη. Καὶ αὖθις οὐ","prev":{"citation":"Compendium Historiarum 1.80","label":"1.80","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.80","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.80"},"next":{"citation":"Compendium Historiarum 1.82","label":"1.82","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.82","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.82"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}