{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.86","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.86","ref":"1.86","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.86","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.86","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.86.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":450,"text":"ἀλαζονείαν αὐτοῦ καταύγοίζονται Καὶ γίνον-αι ἐν τῇ δευτέρᾳ ζητήσει διάλογοι ἓξ ἕτεροι. Καὶ πάλιν πρωτολογεῖ Ἰὼβ λέγων πολλοὺς τῶν ἀσεβῶν εὐθηνεῖν ἐν τῷ βίῳ· καὶ οὐχ ὑπέστησαν αὐτῷ οἱ φίλοι ἐν τούτῳ, ἀλλ´ ἐσίγησαν, ὥστε γίνεσθαι ἕως ὧδε διαλόγους ιζʹ. Οὐ γὰρ ἀποκρίνεται ὁ Σοφὰρ, ἀλλὰ σιγᾶ, Εἴτα Ἐλιοῦς ὁ Βουζίτης ὀργίζεται πρὸς Ἰὼβ καὶ τοὺς τρεῖς φίλους αὐτοῦ, ὅτι οὐ κατεδίκασαν αὐτὸν ἐν ἁμαρτίαις, καὶ ποιεῖται διάλογον ὀκτωκαιδέκατον. Εἶτα ιθ´ ὁ Θεὸς, διὰ λαίλαπος καὶ νέφους λέγων τῷ Ἰώβ· «Τίς οὗτος ὁ κρύπτων με βουλήν;» καὶ τὰ τῆς δόξης καὶ ἰσχύος καὶ μεγαλωσύνης αὐτοῦ. Εἶτα εἰκοστὸν πάλιν Ἰὼβ, λέγων τό· «Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τὸ δεύτερον οὐ προσθήσω.»][Ρ. Τί] Εἶτα πρῶτον καὶ εἰκοστὸν πάλιν ὁ Θεὸς ἐπιτιμᾷ τῷ Ἰὼβ λέγων· «Μὴ. ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ ὑποσημαίνει αὐτῷ τὴν οἴησιν τῆς δυνάμεως τοῦ τοντροῦ. καὶ ὡς βοήθεια αὐτὸν ἐκνικᾷ θεία, καὶ ὅτι Τια ἀναφανῇς δίκαιος. Εἶτα δεύτερον εἰκοστὸν πάλιν Ἰὼβ λέγων ὅτι «Πρότερον μὲν ἀκοῇ ὠτὸς ἤκουόν σου,νυνὶ δὲ μᾶλλον ἐνωτισθείς σου τοὺς λόγους ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν.» Εἶτα τρίτον καὶ εἰκοστὸν, ἐπιτιμία τοῦ Δεσπότου Θεοῦ πρὸς τοὺς τρεῖς φίλους Ἰὼβ, κελεύουσα αὐτοὺς θῦσαι τῷ Θεῷ ὑπὲρ ἀνομίας αὐτῶν καὶ ἐξαιτήσασθαι περὶ τῆς ἀνομίας αὐτῶν εὐχὴν καὶ συγχώρησιν παρὰ Ἰώβ. Ἦν δὲ Ἰὼβ πέμπτος ἀπὸ Ἀβραὰμ, ἐκ γένους Ἡσαῦ, συγγενὴς Ἰοθὸο πενθεροῦ Μωϋσέως· ἡ δὲ πέμπτη γενεαλογία λαμβάνεται οὕτως, Ἀβραὰμ, Ἰσαῦ, Ῥαγουὴλ, Ζαρὲ, Ἰώβ. Ἐν τοῖς χρόνοις τῶν βασιλέων Αἰγύπτου τῶν προγεγραμμένων ἐφάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογτνὴς φιλόσοφος, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ὀνόματι Ἐνδυμίων, ὅστις μυστικὰς εὐχὰς λέγων ἐν τῇ σελήνῃ ᾔτει αὐτὴν μαθεῖν παρ´ αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. Καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ὕπνωσε, καὶ ἤκουσε τὸ θεῖον ὄνομα ἐν ὁράματι. Καὶ οὐκέτι ἀνέστη, ἀλλὰ ἔστι τὸ λείψανον αὐτοῦ ἕως τοῦ νῦν ἐν τῇ Καρίᾳ νεκρὸν δονούμενον· καὶ κατ´ ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσιν αὐτοῦ τὸ λείψανον δονούμενον νεκρὸν, ὡς λέγουσιν. Περὶ οὗ φασι τὴν Σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα. Ὡς ἐν Ἀσιοὼθ καταγογγύζει Ἀαρῶν καὶ Μαριὰμ κατὰ Μωϋσέως. Ἔχει δὲ αὐταῖς λέξεσιν ὧδε· Καὶ ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωϋσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἢν ἔλαβε Μωῦσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. Καὶ εἶπον· Μὴ Μωῦσῇ μόνῳ ἐλάλησεν ὁ Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε· Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωϋσῆς πράως σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μίωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ ἐξῆλθον οἱ τρεῖς ἐκεῖσε. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθη Μωϋσῆς καὶ Ἀαρὼν, καὶ ἐξῆλθον ἀμφότεροι, καὶ εἶπε πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον μου. Ἐὰν γένηται προφήτης ὑμῖν","prev":{"citation":"Compendium Historiarum 1.85","label":"1.85","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.85","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.85"},"next":{"citation":"Compendium Historiarum 1.87","label":"1.87","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}