{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.87","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.87","ref":"1.87","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":433,"text":"Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς θεράπων μου Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι. Στόμα πρὸς στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι´ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε.. Ἱα; Καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ; καὶ ὁργὴ θυμοῦ Κυρίου ἐπ´ αὐτούς. Καὶ ἀπῆλθον, καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ, Μαοία λεπρῶσα ὡσεὶ χιών. Καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωϋσῆν· Δέομαι, Κύριε, μὴ συνεπιτεθῇ ἡμῖν ἡ ἁμαρτία, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν. Μὴ γένηται ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἑκ μήτρας μητρὸς, καὶ κατεσθίῃ τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» Καὶ ἐβόησε Μωϋσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν. Καὶ εἰπε Κύριος πρὸς Μωϋσῆν· «Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; Ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται. Καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἐπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριὰμ. Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁλαὸς ἐξ Ἀσιρὼθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ Φαράν. Ἡνίκα δὲ ἦλθεν ἃ λαὸς εἰς τὸ Σινᾶ ὄρος, τελευτᾷ Μαριὰμ ἡ ἀδελφὴ Μωϋσέως.» Εἶτα παρευθὺς γίνεται γογγυσμὸς τοῦ λαοῦ διὰ τὸ δίψος, καὶ παρώξυνε Μωϋσῆς καὶ Ἀαρὼν τὸν Θεὸν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Καὶ ὀργισθεὶς Κύριος εἶπεν· «Ἀνθ´ ὧν οὐκ ἐδοξάσατέ με ἐνώπιον Ἰσραὴλ, οὐκ εἰσάξετε τὸν λαὸν ὑμεῖς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.» Τελευτᾷ δὲ Ἀαρών ἀνελθὼν εἰς τὸ ὄρος Ὡρ, ἐπιτιμίαν θανάτου δεξάμενος, διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. Μετὰ δὲ τὸ ὕδωρ τῆς ἀντιλογίας κατέρχεται ὁ λαὸς εἰς Ἐδὼμ, καὶ καταξπψς.. κῶ καὶ πωωλήολς τοσνες τ τΟάιων φιλμοις κα κο πὸν γίνεται τὸ χαλκούργημα τοῦ ὄφεως προστάξει Θεου. Ὃτι ἐν τῆ δευτέρᾳ ἐξαριθμήσει, ἡνίκα Μωϋσῆς καὶ Ἐλεάζαρ ἠρίθμησαν τὸν λαὸν, οὐχ εὑρέθη ἄνθρω. πος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωῦσῆς καὶ Ἀαρὼν ἠρίθμησαν τοὺς ἀπὸ εἴκοσιν ἐτῶν καὶ ἐπέκεινα, ὅτι εἶπε Κύριος αὐτοῖς· «Θανάτῳ ἀποθανεῖσθε διὰ τοὺς γογγυσμοὺς ὑμῶν.» Οἱ γὰρ περὶ τὸν Μωϋσέα καὶ Ἐλεάζαρ, ὡς Λευῖται, οὐδὲ τὸ παλαιὸν συνηριθμήθησαν ταῖς λοιπαῖς φυλαῖς, ὁ δὲ Ἰησοῦς Βενιαμίτης ἦν, ὁ δὲ Χάλεβ ἐκ τῆς τοῦ Ἰούδα. Σημείωσαι δὲ ὅτι καὶ οἱ κατὰ ὕφεσιν τῶν εἴκοσιν ἐτῶν οὐκ ἐστερήθησαν τῆς γῆς τῆς ἐπαγγελίας, οὐδὲ οἱ φθάσαντες ζῇν τῶν Λευιτῶν. Ἐνταῦθα δὲ κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος Ναβὰν, καὶ ἐλέγχεται καὶ αὐτὸς, ὡς ἀδελφὸς αὐτοῦ, διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. Διὸ καὶ τῆς γῆς τῆς ἐπαγγελίας ἐστέρηται, καὶ τελευτᾷ ἐκεῖ ἐτῶν ἑκατὸν εἴκοσιν. Ὅτι τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤόαίων καὶ τοῦ Ὡγ βασιλέως [. Τὅ] τῆς Βασὰν τὰς πόλεις καὶ πᾶσαν τὴν χώραν τῶν δύο βασιλέων πέραν τοῦ Ἰορδάνου","prev":{"citation":"Compendium Historiarum 1.86","label":"1.86","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.86","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.86"},"next":{"citation":"Compendium Historiarum 1.88","label":"1.88","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.88","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.88"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}