{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.88","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.88","ref":"1.88","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.88","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.88","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.88.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":421,"text":"δέδωκε Μωϋσῆς εἰς κατάσχεσιν τῷ Ῥουβὴμ καὶ Δὰν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, μετὰ τὸ λαβεῖν αὐτὸν ἀπόφασιν ἀνελθεῖν ἐν τῷ ὄρει καὶ τελευτῆσαι. Ὅτι παρερχόμενοι οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ ὄρους Σιὴρ προστάσσονται ὑπὸ τοῦ Θεοῦ ἄρτον καὶ ὕδωρ πρίασθαι παρὰ τῶν Ἰδουμαίων τῶν υἱῶν Ἡσαῦ, διάτι εἷπεν αὐτοῖς ὁ Θεός· «Οὐ κληρονομήσετε ἐκ τῆς γῆς τῶν Ἡσαῦ οὐδὲ βῆμα ποδὸς, ὅτι ἀδελφοὶ Κὑμῶν εἰσιν.» Ἀποτρέπονται δὲ ὑπὸ Θεοῦ ἐκ τῆς γῆς τῶν Μωαβιτῶν καὶ τῶν πόλεων αὐτῶν διὰ Λὼτ τὸν προπάτορα αὐτῶν. Ὅτι ἐν τῇ δευτέρᾳ νομοθεσίᾳ λέγει Μωϋσῆς· Τὰ ἄγια δέκα ῥήματα ταῦτα ὑμεῖς ἠκούσατε ἐκ μέσου τοῦ πυρὸς,» ὥστε καὶ πρὸ τοῦ γραφῆναι αὐτὰ ἐν πλαξὶν ἐξεδόθησαν ὑπὸ τῆς θείας φωνῆς. Οὐ γὰρ φωνὴν ἄσημον, ἀλλ´ ἔναρθρον ἤκουσεν ὁ λαὸς ἐκ μέσου τοῦ πυρὸς ἐν Σινᾷ, καθὼς γέγραπται· Καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσεν ἐκ μέσου τοῦ πυρός.» Ταῦτα δέ εἰσι τὰ ἅγια ῥήματα τοῦ νόμου, ἃ ὕστερον ἐνεχάραξεν ἐν πλαξίν. Ὅτι Μωῦσῆς πʹ´ ἐτῶν ὢν ἡγεῖται τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἑβραίων ἔθνους, συνῆν τε αὐτοῖς νομοθετῶν ἐπὶ τῆς ἐρήμου ἔτη μʹ. Ἀπὸ βʹ βιβλίου Ἰωσήπου τῆς Ἀρχαιολογίας, ὅτι Φαραὼ ὑπὸ τὴν αὐτὴν ὥραν ἐθεάσατο καὶ τὰς τῶν ἐνυπνίων ὄψεις καὶ τὰς ἐξηγήσεις αὐτῶν. Ἀλλὰ τῶν ἐξηγήσεων ἐπιλαθόμενος τὸν ταύτας ἀναμνήσοντα ἐζήτει. Ὅτι ἐν τοῖς ἑπτὰ τῆς εὐθηνίας ἔτεσιν οὐ προῄσθοντο Αἰγύπτιοι τὸν ἑπταετῆ λιμόν. Ὅτι τῶν ἱερογραμματέων τις ἀναγγέλλει τῷ βασιλεῖ φαραώ τεχθήσεσθαί τινα κατ´ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς. Διὸ καὶ γνώμῃ αὐτοῦ κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥίπτεσθαι. Ἀλλὰ κρατήσειε δ´ ἂν οὐδεὶς τῆς τοῦ Θεοῦ γνώμης, οὐδ´ ὁ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος. Ὅτι ὁ πατὴρ Μωϋσέως κατὰ τοὺς ὕπνους πάντα τὰ κατὰ Μωϋσέα καὶ Ἀαρών συμβησόμενα ἐκ Θεοῦ προδιδάσκεται καὶ τῇ αὐτοῦ γυναικὶ Ἰοχάβεδ φανεροῖ. Ὅτι Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ἀνελομένη Μωϋσέα κελεύει γύναιον ἀχθῆναι καὶ θηλὴν τῷ παιδίῳ παρασχεῖν· πολλῶν δὲ ἀχθεισῶν μὴ προσιεμένου Μωϋσέως παρεστῶσα Μαριὰμ εἶπεν· «Εἰ τῶν ὁμοφύλων αὐτῷ γυναικῶν Ἑβραΐδων ποιήσειας ἀχθῆναι, τάχα ἂν προσίεται θηλήν.» Διὸ καὶ κελευσθεῖσα ἄγει τὴν αὐτοῦ μητέρα, καὶ τὸ παιδίον ἀσμένως προσφύεται τῇ θηλῇ. Ὅτι φιλοφρονούμενος Φαραὼ τῇ ἰδίᾳ θυγατρὶ ἐπιτίθησι Μωϋσῇ τὸ διάδημα, ὀ δὲ διὰ νηπιότητα καταφέρει αὐτὸ εἰς γῆν καὶ τοῖς ποσὶν ἐπιβαίνει. [Ρ. Τέ] Τοῦ δὲ προδηλωθέντος ἱερογραμματέως τοῦτο θεασαμένου καὶ ἀνελεῖν ἐπιχειρήσαντος ἡ Θέρμουθις ἐξαρπάσασα διασώσατο. Ὁτι χειροήθεις οὖσαι αἱ ἴβεις πρὸς μόνον ὸ τῶν ὄφεων γένος ἀγρίως ἔχουσι, καὶ δεινῶς ἀναρπαζόμεναι κατεσθίουσιν ἐλάφων μᾶλλον. Ὃτι φθειρῶν ἄπειρόν τι πλῆθος τοῖς Αὐγυπτίοις ἐξήνθησεν, ἔνδοθεν ἀναδιδόμενον καὶ κακῶς διαφθεῖρον αὐτοὺς","prev":{"citation":"Compendium Historiarum 1.87","label":"1.87","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.87"},"next":{"citation":"Compendium Historiarum 1.89","label":"1.89","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.89","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.89"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}