{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.98","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.98","ref":"1.98","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.98","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.98","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.98.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":411,"text":"ἀποφθεγγόμενος Ὀρφεύς. Λυρῳδὸς δὲ καὶ κιθαρῳδὸς ὑμνεῖται, πᾶσαν κατακηλῶν καὶ θέλγων ψυχήν. Καὶ τὰ λοιπὰ προεγράφησαν. Κατὰ τούτους τοὺς χρόνους καὶ Μαρσύαν φιλόσοφον λέγουσι γενέσθαι, ὃς ἐξεῦρε διὰ μουσικῆς αὐλούς ἀπὸ καλάμων, καὶ ἀπενοεῖτο ἀπὸ θεῶν ἑαυτὸν καὶ λέχων ἀνθρώποις εὐρηκέναι δεὰ τοῦ μέλους τῶν καλάμων τροφήν. Τοῦτον παραφρονήσαντα ῥῖψαι λέγεται ἑαυτὸν εἰς τὸν ποταμὸν, ὅθεν καὶ ὁ ποταμὸς Μαρσύας ὡνομάσθη· ἀπὸ Κολχίδος δὲ οὗτος ὥρμητο. Πάλιν. ὁ λαὸς προσπταίσας ἐκδέδοται ἀλλοφύλοις ἕτη μʹ. Ἐπιστρέψαντος δὲ αὐτοῦ πρὸς Θεὸν ἀνΚστησι τὸν Σαμψὼν τὸν τοῦ Μανωὲ υἱὸν, ἐκ φυλῆς ὰν ὅστις καταπολεμήσας τοὺς ἀλλοφύλους ἄρχει ἕτη κʹ. Κατὰ τούτους τοὺς χρόνους Ἡρακλῆς ἐγνωρίζετο ὁ τοὺς δεκαδύο ἄθλους διανύσας. Σαμανῆ ἡγήσατο τοῦ λαοῦ ἔτος αʹ. Ἀναρχίας γεγονυίας κατὰ πὰς Ἐβραϊκὰς παραδόσεις, καὶ ἔπραττεν ἕκαστος ὅπερ ἠβούλετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι, ἔτη μʹ, εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἕτη λʹ Σαμανῆ ἡγουμένου. Καὶ Ἡλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. Κατὰ τούτους τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτη δέκα, καὶ τὸ λιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἡλεὶ τὴν ἱερατείαν καὶ τὴν Κἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. Φασὶ δὲ αὐτὸν δεκαδύο ἐτῶν εἶναι, ὅτε πρῶτον αὐτῷ ἐφάνη λαλήσας ὁ Θεός· υς ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε. Καὶ βασιλέως χρισθέντος ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ· Γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν Σαμουὴλ ἔτη χʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ, ἀπὸ Ἀδὰμ ἔτη δτπβʹ. Ὁ μὲν Σαμουήλ ἤδη γεγηρακὼς καὶ τοῦ λαοῦ ὀκνηροτέρως ποιούμενος τὴν Β. θὔ] ἐποψίαν, τῶν τε παίδων αὐτοῦ δώροις ἀεὶ τὸ δίκαιον προῖεμένων, χρίει βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος, τοῦ Θεοῦ δὲ συγχωρήσαντος, τὸν Σαοὺλ υἱὸν Κἰς, ἐκ φυλῆς Βενιαμίν. Οὗτος συνεπισχύοντος τοῦ Σαμουὴλ βασιλεύει ἔτη κʹ, ἐφ᾽ ἑαυτοῦ δὲ ἔτη κʹ. Προεφήτευσε δὲ ἐπ´ αὐτοῦ ἅμα καὶ ἱεράτευσε Σαμουήλ. Ἀβεννὴρ δὲ ὁ τοῦ Νὴρ τῆς στρατιᾶς ἀφηγεῖτο. Τοῦ δὲ Σαοὺλ προσπταίσαντος τῷ Θεῷ πολλάκις, μειζόνως δὲ διὰ τὴν παράβασιν τῆς αὐτοῦ προστάξεως, περιποιησαμένου τὸν Ἄγαγ βασιλέα Ἀμαληκιτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· «Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος. Ἡτοίμασε γὰρ ἂν τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ. Καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου, ἀλλὰ ζητήσει Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.» Μετὰ δὲ ταῦτα χρίσαντος τὸν Δαβὶδ τοῦ Σαμουὴλ, εἶτα γηράσαντος καὶ τελευτήσαντος, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν Κύριον. Ὅθεν καὶ Πνεῦ μα Κυρίου ἀπέστη ἀπ´ αὐτοῦ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρόν. Οὗ χάριν καὶ ὁ Δαβὶδ ἄγεται πρὸς αὐτὸν, εἰς παρηγορίαν ψάλλων διὰ τῆς κιννύρας,","prev":{"citation":"Compendium Historiarum 1.97","label":"1.97","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.97","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.97"},"next":{"citation":"Compendium Historiarum 1.99","label":"1.99","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.99","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.99"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}