{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.103","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.103","ref":"2.103","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.103","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.103","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.103.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":432,"text":"κατακρησθείσης, κατίστρεψε τὸ τεῖχος. Ὅπερ ἱδόντες οἱ ἕνδον πρὸς ἱκεσίαν μετ´ ὁλοφυρμῶν ἐτράποντο, καὶ ἐαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. Ἐλήφθη μὲν οὖν Δομετιανὸς ὁ Καυκάνος, ἀνῆρ υσνάστης καὶ τῷ Γαβριὴλ συμπάρεδρος, καὶ Ἰλίτʹης ὁ ἀρχων λογλίνων, καὶ ἕτεροι δυνάσται πολλοὶ, καὶ λαὸς πολεμιστῆς οὐκ ὀλίγος. Τοὺς μὲν οὖν ὄπλα προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. Ἐάλω καὶ ἕτερον φρούριον Ἐνώτια κακλημένον γειτονοῦν τοῖς Μογλίνοις. Ἡμέρᾳ δὲ πέμπτῃ ἦκεν ὁ Χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θεράποντος Ἰωάννου τοῦ καὶ Βλαδισθλάου, υἱοῦ Ἀαρών, ἐπαγόμενος καὶ γράμματα δηλοῦντα φονευθῆναι ὑπ´ αὐτοῦ τὸν Γαβριῆλ ἐν τῷ Πετρισκῷ καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἐαυτὸν μετενεχθῆναι, ὑπισχνούμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι πρὸς τὸν βασιλέα. Ὅπερ ἀναγνοὺς ὁ βασιλεὺς, καὶ χρυσοβούλλοις γράμμασιν τὰ δοκοῦντα πιστωσάμενος, ἀπέστειλε πρὸς τὸν Ἰωάννην. Καὶ μτ´ ὀλίγας πάλιν ἡμέρας ἐπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος, γραφὰς κομίζων Ἰωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὑπηκόους ὁμολογούντων καὶ δούλους γενίσθαι τοῦ βασιλέως [Ρ. Ἱυ] Προσεῤῥύη δὲ τῷ βασιλεῖ καὶ Καυκάνος ὁ ἀδελφὸς Δομετιανοῦ τοῦ ἓν Μογλένοις ἀλόντος· ὅν φιλοτιμησάμενος διὰ τιμῆς ἦγεν. πεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα καὶ τἀναντία ὧν ὑπισχνεῖτο διανοούμενον, ἐπανέστρεψε πάλιν πρὸς Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον. Ὁστροβοῦ καὶ τοῦ Σωσκοῦ καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἀλισκομένους πάντας ἀπετύφλου Βουλγάρους. Ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾖ τὰ βασίλεια τῶν βασιλέων ἵὸρυντο Βουλγαρίας· καὶ τὴν πόλιν παραλαβὼν καὶ πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ Δυῤῥάχιον ἄψασθαι· ἔδεττο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. Ἔως μὲν γὰρ Τρυμαλιᾶς καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρὸς ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουήλ κηδεστῆς, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ ἀρετῆς ἀντεχόμενος, ἡρεμίαν εἶχε τὰ ἐν Δυῥῥαχίῳ· ὅπειδὴ δὲ ὁ Γαβριῆλ παρὰ τοῦ Ἰωάννου ἀκώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς ὅρκοις πιστεύσας παρὰ τοῦ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιεπισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεφφάγο, κολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ´ ἐκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι´ ἑαυτοῦ πάλιν ἑλεῖν τὴν πόλιν. Καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελθεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι´ αἰτίαν οὐκ ἄλογον. Ἀπερχόμενος γὰρ πρὸς Ἀχρίδα κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεωργιον στρατηγὸν τὸν Γονιτβιάτην καὶ Ὀρέστην πρωτοσπαθάριον τὸν αἰχμάλωτον, κατατρέχειν κελεύσας τὰ πεδία Πελαγονίας· οὖς ἐλλοχήσαντες Βούλγεαροι ἔχοντες στρατηγὸν τὸν Ἰβάτβην, σανερώτατος ἀνδρα καὶ λαᾶοκιμμασμένον, ἀναιροῦσι πάντας. Ὧν τῇ λύπῃ συγχυθείς ὁ βασιλεὺς ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ἰβάτζην καταδραμών καὶ διόξας ἀπῆλθεν ἐν Θεσσαλονίκῃ. Κἀκεῖθεν διέβη εἰς Μοσυνούπολιν, καστὰ Στροωμπίτζης λαὸν πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον Δαβὶδ τὸν Ἀριανίτην· ὅς αἰφνιδίως ἐπιφανελς εἴλε τὸ φρούριον ὅ Θιρμίτζα. κατονομάζεται. Καὶ ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τρικδίτρη","prev":{"citation":"Compendium Historiarum 2.102","label":"2.102","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.102","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.102"},"next":{"citation":"Compendium Historiarum 2.104","label":"2.104","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.104","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.104"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}