{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.153","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.153","ref":"2.153","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.153","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.153","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.153.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":404,"text":"καὶ διὰ τοῦτο ἄγγελος ἐς τὸν Κωνσταντῖνον ἐν Ἰβηρίᾳ πέμπεται δημοσίοις ὅποχος ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀφέμενον ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυνάμεων ἐς τὴν βασιλίδα. Δεξάμενος δ οὖτος τὰ γράμματα, καίτοι ἐν χεραὶν ἔχων τὸ φρούριον, λύει μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ Ἀπλησφάρῃ, ἀσφαλισάμενος αὐτὸν ἀραῖς καὶ ὅρκοις ὡς εὔνοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε μελετήσει φαῦλον κατὰ Ῥωμαίων. Οὕτω δὲ πράξας καὶ τὰς δυνάμεις ἀναλαβών σπουδαίως ἠπείγετο πρὸς τὴν βασιλίδα. Καὶ τὸ μὲν Χελιδόνιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἄλωσιν· ὁ δὲ Κωνσταντῖνος μετὰ τῶν ἐῴων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθὼν αὐτὸς μὲν εἴσεισιν εἶς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἄπαν περαιοῦται προστάξει τοῦ βασιλέως εἰς Θράκην, τὸ μὲν κατὰ τὴν ἀνιίπορθμον τῇ βασιλίδι Χροσόπολιν, τὸ δὲ κατὰ τὴν ἐν τῷ Ἑλλησπόντῳ Ἄβοδον. Ἀλλὰ τοῦτο μὲν ὕστερον· πρὶν ἡ δὲ τὰς δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμβοιοα μῆνα, τῆς αʹ ἐπινεμήσεως, βασιλεὺς, ὡς ἐλέχθη, ἀναῤῥηθεὶς θᾶττον ἣ λόγος τὴν βασιλίδα καταλαμβάνει, Ρ. Τὔ] ἐλπίζων αὐτοβοεὶ ταύτην αἱρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βάσιλέα δυνάμεων. Καὶ χάγακα πηξάμενος καταντικρὺ τῶν Βλαχερνῶν, ἔγγιστα τῆς μονῆς τῶν Ἀγίων Ἀναργύρων, πρῶτον λόγοις καὶ ὑποσχὲσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν, μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἥπτετο Καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύγην στρατιωτῶν ἀντιπαρετάττετο, τοὺς μὲν πολίτας καὶ τὸν δῆμον τάξας ἐπὶ τοῦ τείχους, τοὺς δὲ παρατυχόντας, στρατιώτας καὶ ἄλλους τινὰς ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κελεύσει τούτου καθώπλισαν, μὴ πλέον τῶν κιλίων ἔντας, ἐξαγαγών τοῦ τείχους διὰ τῶν ἐν Βλαχίρναις πυλῶν ἀντιμετώπους ἕστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς κώλυμα τῶν ἐπιόντων, δέον νσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν τοὺς ἐπιόντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Ἀργυροῦ τοῦ Ἰσαλοῦ ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένοιν καὶ μὴ ἐξάλλεσοαι, καὶ μὴ θέλειν λαῶ συμπλίκεσμαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς μελέταις ἐνηθλημένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ λαοῦ νεαλοῦς καὶ ἀπειροπολέμου. Ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ Κωνσταντῖνος ὁ τὴν ἐπωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασιλέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης ὑπάρχων πατήρ. Ἐξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ τύραννος, τὰς ἀμφ´ αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγάλης, καὶ θᾶττον ἡ λόγος τὴν τάφρον διατεμών τρέπεται τοὺς ἔνδον, ὧν οἱ μὲν ἀλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον καὶ οἰκτρῶς ἀπώλοντο. Ἔφευγον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι οἱ πολῖται, παραπλησίως καὶ οὶ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς πύλας","prev":{"citation":"Compendium Historiarum 2.152","label":"2.152","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.152","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.152"},"next":{"citation":"Compendium Historiarum 2.154.1-12","label":"2.154.1 to 2.154.12","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.154.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.154.1"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}