{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.165","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.165","ref":"2.165","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.165","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.165","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.165.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":427,"text":"Βουλγαρίας παραλαβών ἄρχων Βασίλειος ὁ Μοναχὸς ἐγκαθιδρύει ἀνά τὰς τὰς πεδιάδας τῆς Σαρδικεῆς, τῆς Ναισοῦ καὶ Εὐτζαπέλου διασπείρας πάντας καὶ πᾶν ὅπλον ἀφελόμενος διὰ τὰς ἀνεπιβούλευτον Ὁ δὲ Τυρὰχ καὶ σὺν αὐτῷ ἄνδρες ἑκατὸν καὶ τεσσαράκοντα ἄγονται εἰς τὸν βασιλέα· οὓς φιλορόνως οὖτος ἀποδεξάμενος καὶ βαπτίσας καὶ μεγίστοις ἀξιώμασιν ἐπάρας ἀνά εὐπαθείαις κατεῖχεν. Ὁ δὲ σουλτάνος τὴν τῶν αὐτοῦ πρέσβεω ἄπρακτον ὑποστροφὴν μὴ φέρων, τὰς ἀνά Περσίδι πάσας δυνάμεις καὶ τὰς Βαβυλωνίους ὑφ´ ἓν ἀθροίσας τἰσβολὴν ποιεῖται κατὰ Ῥωμαίων. Τοῦτο δὲ προσκηκοὼς ὁ Μονομάχος ἔσπευδε μὲν καὶ διὰ τῶν οἰκείων δυνάμεων ἀντιπαράταξιν στῆσαι τῷ πολεμίῳ, ὥπλισε δὲ καὶ ἀπὸ τῶν Πατζινάκων χιλιάδας ιε Καὶ ἡγεμόνας τέσσαρας ἀπὸ τῶν ἀνά Κωνσταντινουπόλει Πατζινάκων αὐτοῖς ἐπιστήσας, τὸν Σουλτξοῦν, τὸν Σελτέ, τὸν Καραμᾶν καὶ τὸν Καταλεὶμ, δώροις τε φιλοτιμησάμενος οὐ μικροῖς, καὶ ἄρματα κάλλιστα δοὺς καὶ ἵππους διαπρεπεῖς, περαιοῖ ἀνά Χρυσουπόλει, δοὺς αὐτοῖς ὁδηγὸν τὸν ἀπάξαι μέλλοντα τούτους εἰς Ἰβηρίαν Κωνσταντῖνον τὸν πατρίκιον, [. Ζθ] ᾧ Ἀδροβάλανος τὰς ἐπώνυμον. iεραιωθέντες δὲ οὖτοι καὶ τοὺς ἵππους ἀναβάντες καὶ τῆς πρὸς Ἀνατολὴν φερούσης ἀψάμενοι καὶ προελθόντες ἄχρι μιλίων τινῶν καὶ τῷ λεγομένῳ Δαματρύί προσεγγίσαντες ἐπέσχον τὴν πορείαν, καὶ στάντες ἐπὶ τῆς ὁδοῦ συμβουλήν προετίθεσαν, ἧτις παρ´ αὐτοῖς κομέντον ὡνόμασται. Τισὶ μὲν οὖν ἐδόκει πορευτέα εἶναι καὶ μὴ ἀντιβαίνειν ἐπὶ τῆς χώρας τοῦ βασιλέως τοῖς βασιλικοῖς προστάγιασι τοῦ τε λοιποῦ ἔθνους κεχωρισμένοις καὶ μήτε καθ᾽ ἑαυτοὺς ὑποστῆναι δυναμένοις τὴν Ῥωμαῖκῆν δύναμιν μήτε ὁρμητήριον ἔχουσι πρὸς τὰ τῆς τύχης ἀβούλητα· ἄλλοις πάλιν ἐδόκει. κατασχοῦσιν ἵον τινὰ τῆς Βιθυνίας, ἀνά τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνασθαι, ἀνελθεῖν δὲ μηδαμῶς εἶς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολεμίους οὐ μόνον τοὺς ἐχγθροὺς Ρωμαίων, ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους. Ὁ Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδοο ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς συγγενέσιν. Εἰπόντος δέ τινος· κΚαὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;» μηδὲν πλέον εἰπών ἕπεσθαί οἱ κελεύει, Τὸν μὲν οὖν Ἄδροβάλανον ὁρμήσαντες ἀποκτεῖοαι οὐκ ἴσχυσαν φυγὼν γὰρ διεσώθη ἔν τινι τριωρόφῳ ὄπερῴῳ τῶν ἀν τῶ Δαματρύν παλατίων), τῷ Καταλεὶμ δὲ ἐπόμενοι κατήρχοντο πρὸς τὴν θάλασσαν, οὐκ ἐλπίζοντες τάχα πλοῖα ἔχειν αὐτὸν ηὐτρεπισμένα τὰ ῥφδίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης πεοαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες τίς ὁ τρόπος τῆς διαβάσεως. Ἐπεὶ δὲ ἀνά τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπών ὁ Καταλεὶμ ἀλλ´ ἣ μόνον, «Ἑπέσθω ὁ βουλόμενος αὐτόν τε περιεῖναι καὶ πάντας τοὺς Πατζινάκας.» τὸν ἵππον μυωπίσας αἴσεισιν εἰς τὴν θάλασσαν. Τοῦτο καὶ ἄλλος ἱδὼν ἐποίησε, καὶ ἐπ´ ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὰς πλῆρος ἄπαν· καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν Ἄγιον Ταράσον, οἱ μὲν αὐτοῖς ἄρμασιν, οἱ δὲ πρότερον τὰ ἄρματα ἀποῤῥίψαντες. Καὶ περαιωθέντες καὶ τὴν πορείαν ἐπιτείναντες σχυσαν διασωνῆναι πρὸς τοὺς οἰκείους κατὰ τὴν Τριαδίτζαν,","prev":{"citation":"Compendium Historiarum 2.164","label":"2.164","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.164","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.164"},"next":{"citation":"Compendium Historiarum 2.166","label":"2.166","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.166","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.166"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}