{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.174","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.174","ref":"2.174","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.174","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.174","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.174.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":440,"text":"Ῥωμαίων. Καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν καὶ τὸ λεγόμενον. Κάρσε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις· ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάρσε, πλὴν τῆς ἀκροπόλεως, παρειλήφει τὴν πόλιν. Κατκπιν δὲ τούτου διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αἰτῶ δονάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμοῦς ἔφυγε πρὸς τὰ Σαβᾶ καὶ τὴν Εὐδαίμονα Ἀραβίαν Ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐλοίζετο τὰ παρατυχόντα καὶ ἐπυρπόλει. Διὸ καὶ κατὰ σπουδήν ὁ βασιλεὺς τὸν Ἀκόλουθον Μιχαήλ μεταπεμψάμενος ἐκ τῆς Ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει· ὅς ἐκεῖ γενόμενος καὶ τοὺς διεσπαρμένους ἕν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους καὶ Βαράγγους ἀγηοχὼς κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλπάνου. Ἀλλ´ ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθὼν, καὶ ἔτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσυαι, λογισάμενος ὅπερ ἧν εἰκὸς, τὸ ἐκατέρωνεν τοῦ πράγκατος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποίσοται, ἄρας παντὶ τῷ στρατῷ ἐνέζευξε πρὸς τὸ Ταβρέζιον. Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱὸς, καὶ Τριβαλλῶν καὶ Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγὸς, σπένδεται τῷ βασιλεῖ, καὶ τοῖς συμμάχοις καὶ φίλοις τῶν Ῥωμαίων ἐγγράφεται, πρωτοσπαθάοιος τιμηθείς. Ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αἰγύπτου· παρὰ τοῦ ταύτης ἀρχηγοῦ, ζῶον ἐλέφας καὶ καμηλοπάρδαλις. Βουλόμενος δὲ ὁ βασιλεὺς τελέως ἀπώσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις ἀθροίσας ἐκ τῆς Ἐῴας καὶ τῆς ἑσπέρας καὶ Μιγαήλ παραδοὺς τῷ Ἀκολούθῳ, καὶ τὸν σύγκελλον δὲ Βασίλειον τὰ Βουλγαρικὰ στρατεύματα ἀνειληφέναι κελεύσας, καὶ ἀμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. Ὅπερ ἐκεῖνοι πυθόμενοι χάρακα ἐπέξαντο κατὰ τὴν μεγάλην Περισθλάβαν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. Ἀφικομένων οὖν τῶν Ῥωμαίων συγκλείσαντες ἐαυτοὺς νδον τῆς τάφρου ἀπολιορκοῦντο. Ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὀ καιρὸς ἐτρίβετο, μηδὲν ἔ τι καὶ λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνες τῶν ἀναγκαίων, βουλὴν προύτίθεσαν περὶ τοῦ πρακτέου, καὶ δόξαν ἄπασιν ὑποστρέψαι, ἀωρὶ τῶν νυκτῶν σιγῆν παραγγείλαντες καὶ τὰς πύλας ἀναπετάσαντες τῆς παρεμβολῆς ἐπιχώρουν Τοῆτο δὲ οὐκ ἔλαθε τὸν Τυράχ· ἀλλὰ μαθὼν ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ χάρακος ἐξαγαγὼν ἐν ταῖς διόδοις ἐκπέμπει, [ΤθΟ] ὅπουπερ ἔμελλον οἱ Ῥωμαῖοι διέρχεσθαι· αὐτὸς δὲ ἐξελθοῦσιν εὐθὺς ἐπιτίθεται. Καὶ γίνεται τροπὴ τῶν Ῥωμαίων φρικτὴ, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμλανόμενοι ἀπεσφάττοντο, οἱ δὲ ὄπὸ τῶν προκατειληφότων τὰς δυσχωρίας εἰργόμενοι ἀνηλίσκοντο. Ἔπεσεν οὖν πλῆθος πολὺ, πίπτει δὲ καὶ αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαήλ ἐν Ἀδριανουπόλει διασώζονται. Περιαλγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ, ἀτυχήματι τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρατολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινακων. Ἀλλ´ ἐκεῖνοι δι´ αὐτομόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην αἰτοῦντες. Καὶ προσδεξάμενος οὖτος τὴν πρεσβείαν σπένδεται μετ´ ατῶν τριὰκοντούτεις, σπονδὰἀς θέμενος. μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ","prev":{"citation":"Compendium Historiarum 2.173","label":"2.173","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.173","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.173"},"next":{"citation":"Compendium Historiarum 2.175","label":"2.175","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.175","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.175"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}