{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.23","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.23","ref":"2.23","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.23","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.23.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":424,"text":"ὑπὲρ τοῦ βασιλέως δῆθεν ἀγωνιζόμενον· καὶ τῶν αἰτίων συσχεθέντων ἕκαστος κατὰ τὸ δόΐαν ἐτιμωρήθη τῷ βασιλεῖ Ῥωμανῷ τοῦ Ἀναστασίου ἀποκαοέντος μοναχοῦ. Ἐξ ἧς αἰτίας καὶ ὁ Κωνσταντῖνος ὑποβιβάζεται, καὶ δεύτερος ἀνηγορεύετο βασιλεὺς, πρῶτος δὲ ὁ Ῥωμανὸς, προφασισάμενος οὕτως μόνως δυνατὸν εἶναι κατευνασθῆναι τὰς ἐπιβουλὰς, διά τε πράγματα πρόσκαιρα καὶ βασιλείαν φθαρτήν καὶ ἐπίκηρον ἐπιορκίᾳ περιπεσὼν καὶ τοῦ Θεοῦ γενόμενος μίκουεν. Καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε. Ὁ δὲ Συμεὼν πάλιν δύναμιν βαρεῖαν ἐκπέμπει κατὰ Ῥωμαίων, ἔξαρχον ἔχουσαν Χαγάνον, ἕνα τῶν παρ´ αὐτῷ μέγα δυναμένων, καὶ Μινικὸν τῶν ἱπποκόμων τὸν πρῶτον, οἷς ἐπέσκηψεν κατ´ αὐτῆς ὡς τάχιστα τῆς πόλεως ἐκστρατεῦσαι. Ὧν τὴν ἔφοδον ἀναμαθὼν ὁ βασιλεὺς Ῥωμανὸς, καὶ λογισάμενος μή πως ἐπελθόντες τὰ κάλλιστα τῶν πλησιαζόντων τῇ πόλει παλατίων καὶ οἰκημάτων πυρπολήσωσι τὸν ῥαίκτωρα Ἰωάννην ἄμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς ἐκπέμπει μετὰ πλήθους ἱκανοῦ ἔκ τε τῆς βασιλικῆς ἐταιρείας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ ὁ πατρίκιος Ἀλέξιος καὶ δρουγγάριος τῶν πλωίμῶν ὁ Μωσηλὲ μετὰ τῶν ὑπ´ αὐτόν. Κατὰ δὲ τὴν εʹ ἑβδομάδα τῶν Νηστειῶν διατάίαντες τὸν λαὸν ἐν τοῖς πεδινοῖς τῶν Πηγῶν τόποις προσέμενον. Ἐκεῖθεν δὲ τῶν Βουλγάρων ἀναφανέντων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ σφοδρῶς ἐπελασάντων κατ´ αὐτῶν, φεύγει μὲν ὁ ῥαίκτωρ Ἰωάννης, σφάττεται δὲ ὑπλρ αὐτοῦ ἀγωνιζόμενος Φωτεινὸς πατρίκιος δ τοῦ Πλατύποδος υἱὸς καὶ ἀλλοι οὐκ ὀλίγοι. Μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα. Τοῦτο καὶ Ἀλέξιος ὁ δρουγγόριος ποιῆσαι βουληθεὶς, καὶ μὴ δυνηθεὶς ἀνελθεῖν, ἐν τῇ τοῦ δρόμωνος ὑποβάθρᾳ πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτωρι ἀπεπνίγη. Λέων δὲ καὶ Πόθος οἱ Ἀργυροὶ ἐν τῷ καστελλίῳ διαφυγόντες ἐσώθησαν. Τοῦ δὶ λοιποῦ πλήθους οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας Ρεύγοντες ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ βαρβαρικαῖς συνελήφθησαν. [Ρ] ἐ δὲ Βούλγαροι κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τά τε τῶν Πηγῶν ἐνέπρησαν παλάτια καὶ ἄπαν τὸ Στενὸν ἐπυρπόλησαν. Εκοστῇ δὲ φεβρουαρίου μηνὸς, ἰνδικτιῶνος ιʹ, θνήσκει Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ, καὶ θάπτε. ται ἐν τῷ Μυρελαίῳ ἀνηγορεύθη δὲ Αὐγοῦστα ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ ἡ Σοφία. Παρεγέασο δὲ καὶ ἐξ Ἰβηρίας ὁ κουροπαλάτης ὁ Ἦηρ, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη· ὃν καὶ ἐν τῇ Ἀγίᾳ τοῦ Θεοῦ Σοφίᾳ ἀπέστειλεν δ βασιλεὺς, τὸ κάλλος αὐτῆς θεάσασθαι καὶ τὸ μέγεσος. ἀπελθὼν οὖν καὶ τοῦ ναοῦ τὴν καλλονήν καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαύμάσας, καί ἀληθῶς Θεοῦ καταγώγιον τὸν ἱερὸν τουτονὶ χῶρον εἰπών, ὑπέστρεψεν εἰς τὰ ἴδια. Τῶν δὲ Βουλγάρων πάλιν εἰσβολὴν ποιησαμένων κατὰ τῆς Ῥωμαίων χώρας, καὶ τοῖς παλατίοις τῆς βασιλίδος ἐγγισάντων Θεοδώρας ὡς οὐδὲν ἧν τὸ προσιστάμενον, πυρὶ ταῦτα παρέδοσαν. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἄριστον ποιησάμενος πολυτελὲς","prev":{"citation":"Compendium Historiarum 2.22","label":"2.22","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.22"},"next":{"citation":"Compendium Historiarum 2.24","label":"2.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.24"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}