{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.53","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.53","ref":"2.53","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.53","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.53","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.53.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":416,"text":"πεζοὶ τοὺς ἵππους ἀποβάντες, καὶ τῇ τοῦ τόπου θαῥῥήσαντες εὑκαιρίᾳ εὐρώστως τοὺς ἐπιόντας ἡμόνοντο. Οὕς καὶ περιστοιχίσας ὁ Ἰωάννης, ὅτι μὴ μεθ´ ἵππων οἶός τε ἦν αὐτοῖς συμβαλεῖν, πεζεῦσαι προστάξας τοὺς στρατιώτας ἄνεισι μετ´ αὐτῶν πεζὸς καὶ αὐτός. Καὶ καταγωνισάμινος πάντας ἀπίσφαξε, νῶτα μηδερὸς δεδωκότος, ὡς ῥεῦσαι διὰ τοῦ πρανοῦς εἶς τὸ πεδίον το αἷμα ποταμηδὸν, καὶ ἀπὸ τούτου τοῦ συμπτώματος κληθῆναι τὸν βουνὸν Βουνὸν αἵματος Τοῦτο τὸ ἔργον ἐπὶ πλέον ἐξῆρε τὸ ὄνομα τοῦ Ἰωάννου, καὶ τοῖς Σαρακηνοῖς τελείας καταστροφῆς γέγονεν αἴτιον. Ὁ δὲ Νικνφόρος κατὰ τὸ δεύτερον ἔτος τῆς αὐτοῦ βασιλείας, ἐν μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος ζ, ἔξεισι κατὰ Κιλικίας σὺν βαρεῖ στρατῷ Ῥωμαίων καὶ συμμάχων Ἰβήρων καὶ Ἀρμενίων, ἔχων Θεοφανῶ τὴν γαμετὴν σὺν τοῖς τέκνοις αὐτῆς. Ἐκείνην μὲν οὖν ἔξωθεν τῆς Κιλικίας ἔν τινι φρουρίῳ καταλιμπάνει Δοιῖίω καλουμένω, αὐτὸς δὲ εἰσελθὼν εἴς Κιλυκίαν Ἀνάζαρβαν, καὶ Ῥωσσὸν, καὶ Ἅδαναν τὰς πόλεις, καὶ ἕτερα οὐκ ὀλίγα φρούρια κατεστρέψατο. Ἐπὶ δὲ τὴν Ταρσὸν καὶ τὴν λόψου ἑστίαν ἀπελθεῖν οὐκ ἐθάῥῥησε, χειμῶνος ἤδη καταλαβόντος. Καὶ στρατὸν τὸν ἀποχρῶντα καταλιπὼν ἐκεῖσε ἴέεισιν ἐν Καππαδοκία παραχειμάσων. Ἦρος δὲ ἀρχομένου πάλιν εἰσῆλθεν ἐν Κιλικίᾳ, καὶ διχῆ διελών τὰ στρατεύματα, τὴν μὲν Ταρσὸν πολιορκεῖν ἀφῆκε Δέοντα τὸν ἀδελφὸν, αὐτὸς δὲ τὸ λοιπὸν ἀράμενος τῆς στρατιᾶς τῆς Μόοωο ἐστίας προσίσχεν. Ἐνεργῷ δὲ χρησάμενος τῇ πολιορκίᾳ, ἔχων δὲ καὶ τὸν λιμὸν ἐπαρήγοντα, παραλαμξάνει τὸ ἕν μέρος τῆς πόλεως· τέμνεται γὰρ ἡ πόλις αὕτη μέσον τῷ Σάρῳ ποταμῷ, ὡς δοκεῖν δύο πόλεις κλναι. Τοῦ ἑνὸς οὖν, ὡς εἴρηται, μέρους ἀλόντος, ἐπὶ τὸ ἕτερον οἱ Σαρακηνοὶ καταφεύγουσι, τὸ ἑαλωεὸε πανταχόθεν ὁφάψαντες. Σφοδροτέρᾳ δὲ χρησαμένου τοῦ βασιλέως τῇ πολιορκίᾳ ἑάλω καὶ τὸ ἕτερον μέρος. Β. β] μηδενὸς ἐκεῖθεν διαφυγόντος, Ὁ δὲ τὴν Ταρσὸν παρακαθήμενος Λέων ὁ τοῦ βασιλέως ἀδελφὸς, ἐπὶ χορτολογίαν καὶ συλλογὴν τῶν ἐπιτηδείων μέρος ἀποστείλας τῆς στρατιὰς ἔξαρχον ἐχούσης τὸν Μοναστηριώτην, ἡτύχησεν· ἀφυλάκτως γὰρ διασκεδασθέντας τοὺς προνομεύοντας νυκτὸς οἱ Ταρσεῖς ἐξελθόντες, ὡς μηδενὶ συναίσοησιν τῆς ἐξόδου παρεσχηκέναι, ἐπιτίθενται διεσπαρμένοις αὐτοῖς, καὶ οὐκ ὀλίγους διέφθειραν, ἐν οἷς ἧν καὶ ὁ Μοναστηριώτης αὐτός. Τὴν δὲ τῆς Μόψου ἐστίας ἄλωσιν οἱ Ταρσεῖς ἐγνωκότες, πιεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ τῷ λιμῷ, διεπρεσβεύσαντο πρὸς τὸν Λοντα, ἐπικαλούμενοι τὸν βασιλέα καὶ λιπαροῦντες ἀπαθεῖς κααῶν φυλαχθῆναι καὶ τὴν ἑαυτῶν παραδεδωκέναι πόλιν. Ὁ δὲ ῥητόν τι φορτίον ἕκαστον ἀφεὶς ἀποφέρεσθαι, τὸν ἄλλον ἄπαντα πλοῦτον κατέσγε τῆς πόλεως. Μετὰ δὲ τρεῖς ἡμέρας τοῦ τὴν πόλιν ἀλῶναι στόλος μέγιστος ἐξ Αἰγύπτου βοηθήσων τῇ Ταρσῷ παρεγένετο, πλήρης ὑπάρχων σίτου καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Οὐ συνεχωρήθη δὲ προσσχεῖν τῇ γῇ οὐδ´ ἀποβῆναι παρὰ τῶν ὑπὸ τοῦ βασι. λέως ταχθέντων τὴν παραλίαν τηρεῖν στρατιωτῶν.","prev":{"citation":"Compendium Historiarum 2.52.13-23","label":"2.52.13 to 2.52.23","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.52.13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.52.13"},"next":{"citation":"Compendium Historiarum 2.54","label":"2.54","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.54","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.54"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}