{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.68","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.68","ref":"2.68","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.68","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.68.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":448,"text":"καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώμστος μπληττόμενοι πάντες Ἰστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι. Καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. Παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρὸς, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ´ ὅρκων γράφων ὡς κηδεστοῦ(ύμφην γὰρ ἐπὶ τοῦ ἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφήν Σοφίαν], καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. Ὅρκους οὖν λαβών ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκλήρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. Ὃν μηδὲν ἄλλο παθόντα κακὸν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὄπερορίζει ὁ βασιλεύς. Τὸν δὲ Σκληρὸν εὐζώνως μετὰ τῶν κούφων ταγμάτων διαβῆναι πάλιν κελεύει πρὸς τὴν Ἑσπέραν Κγεται δὲ ἑαυτῷ γυναῖκα ὁ Ἰωάννης Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δέ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου· καὶ ταύτῃ τῇ πράξει μεγάλως οἵφρανε τοὺς πολίτας ὡς τὸ τῆς βασιλείας κράτος περιφυλάττων τῷ γένει. Δευτέρῳ δὲ ἔτει τῆς βασιλείας αὐτοῦ μέλλων ἐκστρατεύειν κατὰ τῶν Ῥὼς τά τε στρατεύματα φιλοτιμίαις ἀνελάμβανε, καὶ στρατηγοὺς ἐοίστα καὶ συνἱσει καὶ ἐμπειρίᾳ στρατηγημάτων βεβοημένους, καὶ τῶν ἄλλων ἐπεμελεῖτο παρασκευῶν, ἵνα μηδενὸς σπανίτοι τὸ στράτευμα. Ἑπεμελνθη δὲ καὶ τοῦ στάλοις διὰ Αεοντος τοῦ μετὰ ταῦτα πρωτοβεστιαρίου, δρουγγαρίου τότε τῶν πλωήμων τυγχάνοντος, τὰ μὲν παλαιὰ ἐπισκευάσας, κατασκευάσας δὲ καὶ ἄλλα καινὰ καὶ στόλον ἀξιόλογον καταστησάμενος. Ἐπεὶ δὲ τάντα καλῶς οἷχεν αὐτῷ ἔαρος ἐπιστάντος, τῷ Θεῶ τὰ ἐξιτήρια θύσας καὶ συνταξάμενος τοῖς πολίταις ἔξεισι τῆς βασιλίδος. Τενομένῳ δʹ αὐτῷ κατὰ τὴν Ῥαιδεστὸν δύο συναντῶσι πρεσβευταὶ τῶν Σκυθῶν, τῷ ὅοκεῖν μὲν πρεσβείαν ἀποπληροῦντες, ἔργῳ δὲ τὰ Ῥωμαίων ἐλθόντες κατασκοπῆσαι πράγματα· οὐς ὀνειδίζοντας καὶ ἄδικα πάσχειν ἑπιβοωμένους προσἐταξεν ὁ βασιλεὺς περιελθεῖν ἄπαν τὸ στρατόπεδον καὶ θεωροὺς γενέσθαι τῶν τάξεων οὐδὲ γὰρ ἡγνόησε τῆς ἀφίξεως τὴν αἰτίαν). [Ρ. Θδ] περιελθόντας δὲ ταὶ πόντα κατασκοπήσαντας ἀπαλλάττεσθαι παρκαλεύττο, καὶ τῷ σφῶν ἡγουμένῳ λέγειν ὡς μετὰ τοιαύτης εὐκοσμίας καὶ πειθῃνίου λαοῦ ὁ Ῥωμαίων βασιλεὺς ἄρχεται ὡχυρωμένος πολεμήσων αὐτῷ. Καὶ τοὺς μὲν πρεσβευτὰς ποχωρῆσαι πεποίηκεν οὕτως, αὐτὸς δὲ κατόπιν εὐζώνους λαβὼν, πεζοὺς μὲν ἀμφὶ τὰς πέντε χιλιάδας ἱππεῖς δὲ εἴς τετρακισχιλίους, τὸ δὲ λοιπὸν ἄπαν πλῆθος σχολαίως ἕπεσθαι κελεύσας μετὰ Βασιλείου τοῦ παρακοιμωμένου, τὸν Αἶμον διαβὰς ἀπρόοπτος εἰς τὴν πολεμίαν διαβαίνει καὶ ἐσβάλλει, καὶ ἐγγὸς τῆς πόλεως τῆς μεγάλης Περσυλάβας, ἧτις εἶχε τὰ τῶν Βουλγάρων βασίλεια, τὴν στρατοπεδείαν ἐπήξατο. Τοῦτο αἰφνιδίως γενόμενον τοὺς μὲν Σκύθας εἰς ἔκστασιν καί ἀμηχανίαν ἐνέβαλε, Καλόκυρος ὅὲ ὁ τῶν παρόντων κακῶν ποωτουονός τι καὶ α τιος, μηδὲ τὴν τῆς σάλπιγγος ἡχὴν ἐνωτίσασθαι καρτερήσασυχε γὰρ καὶ οὖτος ἐκεῖσε ἐνδιατρίβων, πείπερ ᾔσθετο τὸν βασιλέα παραχενέσθαι αὐτὸν κάτουργὸν ἐσόμενον τοῦ πολέμου, λάθρα τοῦ ἄστεος ὅπεκδὺς πρὸς τὴν παρεμβολὴν ἀποδιδράσκει τῶν Ῥώς. Ὄν ἰδόντες οὖτοι, καὶ τὴν τοῦ βασιλέως πυθὸιμενοι ἄφιξιν, ἀς ταραχὴν οὐ μετρίαν ἀνέπιπτον, ἀναλαβόντες δ´ ἔμως ἐαυτοὺς, τοῦ Σφινδοσθλάβου πολλὰ παραινετικὰ ῥήματα καὶ τῷ καιρῷ δημηγορήσαντος πρόσφορα, ἀφικνοῦνται καὶ παραστρατοπεδεύονται τοῖς","prev":{"citation":"Compendium Historiarum 2.67","label":"2.67","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.67","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.67"},"next":{"citation":"Compendium Historiarum 2.69","label":"2.69","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.69","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.69"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}