{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.72","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.72","ref":"2.72","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.72","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.72","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.72.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":418,"text":"καὶ πολιορκίας ἤψατο, δεδιὼς μή πως ἀφυλάκτου τοῦ ποταμοῦ τυγχάνοντος ἀποδρᾶσαι μετὰ τῶν νηῶν δυνηθεῖεν οἱ Ῥώς· αὐλισάμενος δὲ προσέμενε τὸν Ῥωμαϊκὸν στόλον. Ἐν τῷ μεταξὺ δὲ ὁ Σφενδοσθλάβος οὓς κατεῖχε ζωγρίας Βουλγάρους, ἀμφὶ τὰς κʹ´ χιλιάδας ἀριθμουμένους, σιδηροπέδαις καὶ ἄλλοις δεσμοῖς ἡσφαλίσατο, ἐπανάστασιν φοβηθείς, καὶ πρὸς ἄποδοχὴν ηὐτρεπίζετο τῆς πολιορκίας. Ἵδη δὲ καὶ τοῦ στόλου καταλαβόντος ἐπεχείρει τῇ τειχομαχίᾳ ὁ βασιλεὺς, [Ρ. θ καὶ πολλάκις ἐπεκδραμόντας τοὺς Σκύθας ἐτρέψατο. Μιᾷ δὲ τῶν ἡμερῶν σκεὸασοεῖσι τοῖς Ῥωμαίοις εἰς ἄριστον περὶ δείλην ὀψίαν αἱ βάρβαροι, οἶς δύο διαιρεθέντες μέρη, ἱππεῖς καὶ πεζοὶ ἐκ πυλίδων δύο τῆς πόλεως, τῆς τε κατὰ ἀνατολὰς, ἣν φρουρεῖν ἐτέτακτο Πέτρος ὁ στρατοπεδάρχης μετὰ Θρᾳκῶν καὶ Μακεδόνων, καὶ τῆς πρὸς δύσιν, Ἐπου Βάρδας ὁ Σκληρὸς μετὰ τῶν ἑῴων δυνάμεων τὴν φυλακὴν ἐπετέτραπτο, ἐξῆλθον παραταξάμενοι. κότε πρῶτον φανέντες ἔφιπποι· τὰς γὰρ προηγησαμένας μάχας πεζοὶ διηγωνίσαντο. Οὕς εὐρώστως οἱ Ῥωμαῖοι δεξάμενοι ἐκθύμως ἐμάχοντο· καὶ μέχρι πολλοῦ ἱσοτάλαντος ἦν ὁ ἀγών. Τέλος δὲ τῆ σφετέρα ἀρετῇ Ῥωμαῖοι τρέπουσι τοὺς βαρβάρους καὶ πρὸς τεῖχος συγκλείουσι, πολλῶν κάν τῷ ἀγῶνι τῷδε πεσόντων, καὶ μᾶλλον θππέων, μηδενὸς δὲ τῶν Ῥωμαίων τοαυματισθέντος, ἀλλ´ ἢ μόνων θππέων πεαόν των τριῶν. Οὕτω δὲ θραυσθέντες οἱ βάρβαροι καὶ εσω τείχους συνελαθέντες νυκτὸς ἀπιγενομένης διτνυκτίρευον ἄγρυπνοι, καὶ τοὺς ἐν τῇ μάχῃ πεσόντας, ἀπωλοφύροντο ἀγρίοις καὶ φρικώδεσιν ὁδυρμοῖς, ὡς δοκεῖν τοὺς ἀκούοντας θηρίων εἶναι βρυχηθμούς καὶ ὡρυγὰς, ἀλλ´ οὁ θρήνους ἁνθρώπων καὶ οἶμωγάς. Ἡμέρας δὲ ἄρτι διαγελώσης πάντας τοὺς ἵν τισι φρουρίοις εἰς φυλακήν ἑσκεδασμένους ἀνεκαλοῦντο ἐς τὰ Δοοόστολον. καὶ ταχέως ἧκον μετακληθέντες. Καὶ ὁ βασιλεὺς δὲ ἀνειληφὼς ὅλην τὴν δύναμιν ἦλρεν εἰς τὸ πρὸ τῆς πόλεως πεδίον, καὶ πρὸς πόλεμον ἡρίθιζε τοὺς βαρβάρους. Ἐπεὶ δὲ μὴ ἐξῄεσαν, εἰς τὸ στρατόπεδον ὑποστρίψας ἡσυχίαν ἧγε. Καὶ προσῆλθον αὐτῷ πρέσβεις ἐκ Κωνσταντείας καὶ τῶν ἄλλων φρουρίων τῶν πέραν ἱδρυμένων τοῦ Ἴστρου, ἀμνηστίαν κακῶν αἰτούμενοι καὶ ἑαυτοὺς ἐγχειρίζοντες σὺν τοῖς ὀχυρώμασιν· οὓς προσηνῶς δεξάμενος ἀπέστειλε τοὺς παραληψομένους τὰ φρούρια καὶ στρατιὰν ἀποχρῶσαν εἶς τὴν σὐτῶν φυλακήν. Ἵδη δὲ ἑσπέρας καταλαβούσης τὰς πάσας πύλας τῆς πόλεως ἀναπετάσαντες οἱ Ῥὼς, πολλῷ τῶν προτέρων πλείονες ὅντες, ἐπιπίπτουσι τοῖς Ῥωμαίοις ἀνελπίστως διὰ τὴν νύκτα διάγουσι· καὶ κατὰ μὲν τὴν πρώτην συμβολὴν ἔδοξαν προτερῆσαι, μετὰ μικρὸν δὲ ὑπερέσχον Ῥωμαῖοι Ὡς γάρ συνέβη πεσεῖν τὸν Σφάγελλον ἡρωίκῶς ἀγωνιζόμενον, συνεχύθησαν τῇ τοῦ πεσόντος στερήσει καὶ τὰς ὁρμὰς ἐχαυνώθησαν. ὅμως ἀνένδοτοι παρ´ ὅλην τὴν νύκτα διέμειναν καὶ τὴν ἐπιοῦσαν ἡμέραν μέχρι σταθηρᾶς μεσημβρίας. Τότε δὴ τοῦ βασιλέως δόναμιν πεπομφότος ἐφ´ ᾧ τοῖς βαρβάροις ἀποκλεῖσαι τῆν εἰς τὴν πόλιν εἴσοδον, γνόντες οἱ Ῥὼς ἔκλινσν εἰς φυγν, καὶ τὰς πρὸς τὴν πόλιν εἰσόδους ἐπιτετειχισμένας εὑρόντες ἱφευγον διὰ τοῦ πεδίου καὶ","prev":{"citation":"Compendium Historiarum 2.71.9-18","label":"2.71.9 to 2.71.18","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.71.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.71.9"},"next":{"citation":"Compendium Historiarum 2.73","label":"2.73","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.73","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.73"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}