{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.77","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.77","ref":"2.77","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.77","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.77","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.77.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":403,"text":"τὸν υἱὸν Κωνσταντίνου τοῦ βασιλέως, τοῦ υἱοῦ τοῦ πρεσβυτέρου Ῥωμανοῦ, καὶ Πέτρον τὸν στρατοπεδάρχην, μεθ´ ὧν ἐξῆρχον δυνάμεων, προσράξαι τοῖς πολεμίοις ἐπέτρεψεν. Οἱ δὴ προσβαλόντες τοῖς ΣκύΑαις ἐμάχοντο καρτερῶς. ἐκθύμως δὲ κἀκείνων ὑπο δεξαμένων πολλὰς τροπὰς καὶ μετακλίσεις συνέβη τὸν πόλεμον δέξασθαι, καὶ ἐφ´ ἱκανόν χρόνον ἱσοτάλαντος ἦν ἡ μάχη. Ἐνταῦθα πάλιν ὁ τοῦ τῆς Κρκτης ἀμηρᾶ υἱὸς Ἀνεμᾶς, τῇδε κἀκεῖσε τὸν ἵππον τοῦ Σφενδοσθλάβου φέρεται κατὰ λήματος νεανικοῦ, καὶ τῆν φάλαγγα διασχίσας τῶν δυσμενῶν παίει τοῦτον τῷ ξίφει κατὰ μέσην τὴν κεφαλὴν, καὶ καταβάλλει μὲν τοῦ ἵππου, οὐ μήν γε καὶ ἀναιρεῖ ἐπαρκεσάντων τῶν ὅπλων ἂ ἐνεδέδυτο. Αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν βαλλόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον, θαῦμα μέγα καὶ τοῖς ἀντιπάλοις γενόμενος. Αέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωμαίους ἐπικουρίας. Θύελλα γάρ τις ἐκ Νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν, μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. Καί τις ἀνὴρ ὧπτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ´ ἵππου λευκοῦ προαγωνιζόμενος καὶ τὰς τῶν πολεμίων κλονῶν καὶ διαταράσσων φάλαγγας, μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενόμενος γνώριμος,, ὃν ἔφασκον ἕνα εἶναι τῶν καλλινίκων μαρτόρων Θεόδωρον. Τούτοις δὲ προμάχοις ἀεὶ καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς· καὶ γὰρ δὴ καὶ συνέτυχε τόνδε τὸν ἀγῶνα κατ´ αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν καθ´ ἤν εἰώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. Καὶ γυνῆ δέ τις ἐν Βυζαντίῳ σεμνὴ ὑπερτάτης δυνάμεως εναι τὸ φάσμα ἐπιστοῦτο, μιᾷ πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὅναρ θεασαμένη, καὶ δόξασα τῇ Θεοτόκῳ παρίσθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην· «Κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης περιστάσει συνέγεπαι, καὶ σπεῦσον εἰς τὴν αὐτοῦ βοήθειαν,» καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν ἐξηγησαμένη. Καὶ τὰ μὲν ὁραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύραι, καὶ ἀποκλεισμένας τὰς τῆς πόλεως εὐρόντες πόλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ τὸ πεδίον[Ρ. Θβ] ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ´ ἀλλήλων τε συμπατούμενοι καὶ κπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι δὲ ἐγένοντο σχεδόν τι πάντες. Τὸν μάρτυρα δ´ ὁ βασιλεὺς τιμῶν, καὶ τῆς ἐπικουρίας ἀποτιννὺς αὐτῷ τὰς ἀμοιβὰς, τὸν ναὸν ἐν ᾧ τὸ θεῖον αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλών μέγαν τε καὶ κάλλιστον ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῳ κτίσεις προσαφορίσας· ὃν καὶ ἄντὶ Εὐχανείας Θεοδωρόπολιν κατωνόμαστν Ὁ δὲ Σφενδοσφλάβος πάσαν μετελθών μηχανήν καὶ διὰ πασῶν ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ πολελεῖφθαι ἐλπίδα, πρὸς συνοήκας ἀπέβλεψε. ἰέμπει οὖν πρὸς βασιλέα πρεσβευτὰς πίστεις ἐξαιτούμενος, ἐφ ᾧ συμμάχοις καὶ φίλοις Ῥωμαίων καταλ· γεὶς ἀσινὴς συγχωρηθῇ ἐπ´ οἵκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ´ αὐτὸν, ἀδεῶς τε τὸν βουλόμενον Σκύθην ἐμπορείας χάριν φοιτᾷν. Δεξόμενος δὲ τὴν πρεσβείαν","prev":{"citation":"Compendium Historiarum 2.76","label":"2.76","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.76","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.76"},"next":{"citation":"Compendium Historiarum 2.78","label":"2.78","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.78","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.78"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}