{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.83","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.83","ref":"2.83","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.83","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.83","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.83.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":388,"text":"μὴ περισχών ἑαυτὸν, περικαρδίω δὲ ζέσει ληφθεὶς, μυωπίσας τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. Μηδὲν δὲ ὅ τι καὶ ξπῆσάπασσρεσημώ, ἀμφὶ,,μωνποπασαπαακοο διεσκεδάσθη. Διεμηνύθη δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλλων αὐτομολεῖν τῷ τοῦ βασιλέως στρατῷ· ὅν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας, καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρα ἡὲ τοῖς μισθοφόροις Σαρακηνοῖς μηνύσας ἀνεῖλεν· οὗτοι γὰρ διιόντα τὸν ἀνδρα μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν. Ο δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκληροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι προκαταλαβεῖν καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουαιν ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες ὅν ἔμελλε διοδεύειν ὁδούς. Ὅπερ μαθὼν ὁ Σκληρὸς νωθρὸς ἦν καὶ ὥκνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει δὲ τρίβων τὸν χρόνον ἐκαραδόκει τὸ μέλλον. Ἀνερεθί.γει δὲ τοῦτον καὶ προθυμότερον ἀποδείκνυσιν αὐτόμολός τις ἐλθὼν στρατηγὸς, Σαχάκιος τοῦνομα, Βραχάμιος τὴν προσηγορίαν· παρηγγύησε γαρ ἐλθὼν μὴ τηνάλλως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν τρίβην. Δόίας δὲ λέγειν εὕκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς ὁδοῦ. Καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἴπετο. Καὶ διὰ τριῶν ἡμερῶν καταλαμβάνει τὴν Λάπαραν· τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν λεγόμενον Λυκανδὸν, διὰ τὸ λιπαρὸν καὶ πάμφορον οὔτω κατονομασθείς. Τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορίᾳ χρησάμενος δέει τοῦ μὴ ἀντιπαρελθεῖν τὸν Σκληρὸν, ἀντιστρατοπεδεύειν τοῖς ἐναντίοις Καὶ μένοι μέν τινος ἀνεδύοντο, καὶ παρεῖλκον τὴν εἰς τούμφανες συμπλοκὴν, [ΡΟΘΘ καὶ κλέψαι τὴν νίκην διηγωνίζοντο. Κατεστρατήγησε δὲ τοὺς, ἐναντίους ὁ Βάρδας, δεῖπνα πολλὰ παρασκευασάμενος ὡς τάχα τὸν οἰκεῖον ἀστιάσων στρατὸν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας, ὑπολαβόντες γὰρ κατ´ ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασοαι μάχης, αὐτὸν, καὶ αὐτοὶ πρὸς εὑωχίν ἐτράποντο· ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο(εχε γὰρ καὶ πρὸς πόλεμον παρεσκευασμένα τὰ στρατεύματα, αἰφνίδιον τῆ σάλπιγγι σημήνας τὸ ἐνυάλιον ἐμπίπτει τοῖς πολεμίοιε, ἀριστοποιουμένοις. Οἱ δέ, ὡς ἔτυχεν ἕκαστος, τὸ παρατυχὸν ἀναλαμβάνοντες ὅπλον τοὺς προσιόντας ἐδέχοιτο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. Καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ἠμύνοντο· εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον ἤδη συναπολαμβάνειν τοὺς πολεμίους φοβῶν, ἐπαφελς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐκκλίναντος, εἴτε διὰ δειλίαν εἴτι διὰ κακουργίαν· ἐλέγετο γὰρ ἀμφότερα. Κατἀσχε δὲ καὶ τὸ στρατόπεδον ἀπαν σὺν τῇ ἀποσκευῇ, αὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον. Ἐκεῖρεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχοται Τταμανδόν. Πόλις δὲ ἡ Τξαμανδὸς ἐν ἀποκρήμνῳ πέτρᾳ κειμένη, πολυάνορωπος καὶ πλούτῳ περιβριθής. ἥντινα παρ´","prev":{"citation":"Compendium Historiarum 2.82","label":"2.82","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.82","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.82"},"next":{"citation":"Compendium Historiarum 2.84","label":"2.84","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.84","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.84"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}