{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 2.95","citation":"Georgius Cedrenus, Compendium Historiarum 2.95","ref":"2.95","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.95","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.95","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.95.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":376,"text":"Β. Ἰο] Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτάρας Ἰνδικτιῶνος τοῦ συί Γ ἔτους, καὶ τῆς κατ´ αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. Ὅπερ πυθόμανος ὁ βασιλεὺς γράμμασι παοήνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χότεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὁψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ Θεοῦ δεδομένον ἄρχοντα ἀναγνῶναι. Τούτοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος, καὶ πίστεις λαβὼν ὡς οὐδὲν ὁποστσειται φλαῦρον, κατατίθεται τὰ ὄπλα καὶ τῷ βασιλεῖ σπένδοται, κουροπαλάτης τιμηθείς. Οὐ μέντοι γε καὶ ὁφθαλμοῖς τὸν βασιλία θεάσασθαι ἠξιώθη· κατὰ γὰρ τὴν ὁδὸν ἀορασίᾳ πληγεὶς τὴν ὁρατικήν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. Ὃν χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας· αὉν ἐφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται.» Ἀπολυθεὶς δὲ τῶν ἐμφυλίων πολέμων καὶ φροντίδων ὁ βασιλεὺς, πῶς ἂν διάθηται τὰ κατὰ τὸν Σαμουὴλ ἐσκόπει καὶ τοὺς λοιποὺς τοπάρ χας, οἵτινες ταῖς ἀποστασίαις ἐνασχολουμένου ἄδειαν εἰληφότες οὐ μικρὰ τὰς τῶν Ῥωμαίων ἐπικρατείας ἐλύπησαν. ἔξεισιν οὖν εἰς τἀπὶ Θρᾴκης καὶ ακεδονίας χωρία, καὶ κάτεισιν εἰς Θεσσαλονίκην, ἀποἈώσων τὰ σὐχαριστήρια τῷ μεγαλομάρτυρι Δημητρίῳ· ἐκεῖσέ τε Γρηγόριον μάγιστρον τὸν Ταρωνίτην ἄρχειν λιπών, δοὺς αὐτῷ καὶ στρατὸν ἀξιόμαχον ἐφ´ ᾧ εἴργειν καὶ ἀνακόπτειν τὰς ἐπιδρομάς τοῦ Σακουλλ αὐτὸς ὑποστρέψας κἀν τῇ βασιλίδι γενόμενος ἄνεισιν εἶς Ἰβηρίαν· ἧδη γὰρ καὶ ὁ κουροπαλάτης ἐτεθνήκει Δαβὶδ, κληρονόμον τῶν αὐτῷ προσηκόντων γράψας τὸν βασιλία. Ἐκεῖσε δὲ γενόμενος, καὶ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν καταστησάμενος, καὶ τὸν τοῦ κουροπαλάτου Δαβὶδ Γεώργιον τὸν τῆς ἐνδοτέρω Ἰβηρίας ἄρχοντα τοῖς οἰκείοις ἀρεῖσθαι πείσας καὶ μὴ ἐπιβαίνειν τοῖς ἀλλοτρίοις, σπεισάμενός τε αὐτῷ καὶ ὁμηρον εἰληφὼς τὸν τούτου Οἱὸν, ἄπεισιν εἶς Φοινίκην, ἔχων μεδ´ δαυτοῦ καὶ πολς ἐν τῆ κατ´ αὐτὸν Ἰβηρίᾳ κατὰ γένος πρωτούοντας, ὦν ἧσαν κορυφαῖοι ὁ Πακουριάνος καὶ Φεβδάτος καὶ Φέρσης οἱ αὐτάδελφοι, οὓς καὶ εἰς τὸν τῶν πατρικίων ἀνεβίβασε ῶκον.. Ἐν Φοινίκῃ δὲ γενόμενος, καὶ τὸν Τριπόλεως ἀμηρᾶν καὶ τὸν Δαμασκοῆ καὶ Τύρου καὶ Βηρύτουτοι γὰρ πρὸ ὁλίγου ὁμοαλσαν τις καὶ ὄπλα κατὰ τῆς Ἀντιοχείας κινήσαντες. τοῦ βασιλέως τῷ πρὸς τὸν Φωκᾶν πολέμῳ σχολάζοντος, Δαμιανόν τε τὸν πατρίκιον ὃς ἧρχεν Ἀντιοχείας πολέμῳ συμβαλόντα τούτοις ἀνεῖλον καὶ κίνδυνον οὐ μκρὸν τῇ πόλει ἐπέσειον [. Ζ[ώς ἐνῆν ἀσφαλισάμενος μνειν τῇ δουλώσει Ῥωμαίων, καὶ ὅμηρα λαόὼν ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον. Διόντα δὲ τοῦτον ἐκ Καππαδοκίας Εὸστάθιος μάγιστρος","prev":{"citation":"Compendium Historiarum 2.94","label":"2.94","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.94","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.94"},"next":{"citation":"Compendium Historiarum 2.96","label":"2.96","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.96","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.96"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}