{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 175.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 175.1","ref":"175.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/175.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/175.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/175.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":442,"text":"A τῶν καλῶν, τὸ πλεῖον, καὶ τὸ ἔλαττον λέγειν ἐν τῇ κατ’ ἀρετὴν ὑπερέχοντι, χώραν ἔχει. Ἡ δὲ ἀκτίστος φύσις τῆς μὲν τοιαύτης διαφορᾶς πέρθεσθεν ἄπεστιν, ὅτι οὐκ ἐπίκτητον ἔχουσα τὸ ἀγαθόν, οὐδὲ κατὰ μετοχὴν ὑπερχειμένου τινὸς καλοῦ τὸ καλὸν ἐν ἑαυτῇ δεχομένη· ἀλλ’ αὐτὸ διὰ τὴν ἑαυτῆς φύσιν καὶ ἀγαθὸν ὡσα, καὶ ἀγαθὸν νοουμένη, καὶ ἀγαθῶ πηγὴ, ἀπλῆ τε, καὶ μονοειδὴς, καὶ ἀσύνθετος, ὡς τῶν μαχομένων ἡμῖν μαρτυρουμένων. Διαφορὰν δὲ πρὸς ἑαυτὴν ἔχει τῇ μεγαλείῳ τῆς φύσεως πρέπουσαν, οὐ πρὸς τὸ μείζον καὶ ἔλαττον θεωρουμένην, ὡς ὁ Εὐνόμιος οἴεται, ὁ γὰρ τὴν περὶ τοῦ ἀγαθοῦ ἔνοιαν ἐλαττόντα ἐν τινὶ τῶν ἐν τῇ ἀγίᾳ Τριάδι πεπιστευμένων, μεμίζηται τι τῆς ἐναντίας ἔξεως τῷ κατὰ τὸ ἀγαθὸν ὑστερουμένῳ πάντως παρασκευάσει· ὅπερ οὔτε ἐπὶ τοῦ Μονογενοῦς, οὔτε ἐπὶ τοῦ ἁγίου Πνεύματος εὑρεθῆς ἐστὶ λογίζεσθαι· ἀλλ’ ἐν ἀκρᾷ τῇ τελειότητι, καὶ ἐν ἀκαταλήπτῳ τῇ ὑπεροχῇ θεωρουμένη τοῖς ὑπάρχουσιν ἑκάστῃ τῶν ὑποστάσεων ἰδιώμασιν, ἀσύγχυτον, καὶ διακεκριμένην τὴν διαφορὰν ἔχει. Ἐν μὲν τῇ κατὰ τὴν ἀκτίστον κοινωνίᾳ, τὸ ἀπαράλλακτον ἔχουσα, ἐν δὲ τοῖς ἐξαιρέτοις τῶν ἰδιωμάτων ἑκάστου τὸ ἀκοινωνῆτον. Ἡ γὰρ ἐπιθεωρουμένη ἑκάστῃ τῶν ὑποστάσεων ἰδιότης, τρανῶς καὶ καθαρῶς τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου διέστησιν· ὅσον ὁ Πατὴρ ἀκτίστος εἶναι ὁμολογεῖται, καὶ ἀγέννητος· οὔτε γὰρ γεγέννηται, οὔτε ἐκτίσται. Τοῦτο οὖν τὸ ἀκτίστον, κοινὸν αὐτῷ πρὸς τὸν Υἱὸν ἐστὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ καὶ ἀγέννητος καὶ Πατὴρ· τοῦτο ἴδιόν τι καὶ ἀκοινωνῆτον, ὅπερ ἐν οὐδενὶ τῶν ὑπολοίπων καταλαμβάνεται· ὁ δὲ Υἱὸς κατὰ τὸ ἀκτίστον τῷ Πατρὶ, καὶ τῷ Πνεύματι συναντόμενος, ἐν τῷ Υἱὸς, καὶ Μονογενὴς εἶναι τε καὶ ὀνομάζεσθαι, τὸ ἴδιζον ἔχει, ὅπερ οὔτε ἐπὶ πάντων Θεοῦ, οὔτε τοῦ ἁγίου Πνεύματός ἐστι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐν τῷ ἀκτίστῳ τῆς φύσεως τὴν κοινωνίαν ἔχον πρὸς Υἱὸν, καὶ Πατέρα, τοῖς ἰδίοις πάλιν γνωρίσμασιν ἀπ’ αὐτῶν διακρίνεται. Γνώρισμα γὰρ αὐτοῦ, καὶ σημειοῦ ἐστιν ἰδιαίτατον, τὸ μηδὲν ἔχειν εἶναι, ἄπερ ἴδιως τῷ Πατρὶ, καὶ τῷ Υἱῷ ὁ λόγος ἐνεδύσατο. Τὸ γὰρ μήτε ἀγεννητὸς εἶναι μήτε μονογενὴς, εἶναι δὲ ὅμως, τὴν ἐξαιρετὸν αὐτοῦ ἰδιότητα πρὸς τὰ εἰρημένα παρίστησιν. Τῷ γὰρ Πατρὶ κατὰ τὸ ἀκτίστον συναντόμενον, πάλιν ἀπ’ αὐτοῦ τῷ μὴ Πατὴρ εἶναι, καθάπερ οὗτός ἐστι, διαχωρίζεται· τῇ πρὸς τὸν Υἱὸν κατὰ τὸ ἀκτίστον συναφείᾳ, καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἔχειν ἐνούμενον, ἀφίσταται· πάλιν ἐν τῷ ἰδιάζοντι· ἐν τῷ μήτε μονογενὲς ἐκ τοῦ Πατρὸς ὑποστῆναι, καὶ ἐν τῷ δι’ αὐτοῦ τοῦ Υἱοῦ πεσφηνάμεναι· πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ Μονογενοῦς ὑποστάσεως, ὡς δὲ μὴ κοινωνεῖν τινα πρὸς ταύτην ἔχει νομισθῆ τὸ Πνεῦμα ἐκ τοῦ διὰ τοῦ Υἱοῦ πεσφηνάμεν ἐν τῷ ἀτρέπτῳ, καὶ ἀναλλοιώτῳ, καὶ ἀπροσδεεῖ τῆς ἐκτὸς μὲν ἀγαθότητος, διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως. Τὸ γὰρ ἀπρεπτον ἡ κτίσις ἐν τῇ φύσει οὐκ","prev":{"citation":"Contra Eunomium 174.3","label":"174.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/174.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/174.3"},"next":{"citation":"Contra Eunomium 176.1","label":"176.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/176.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/176.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}