{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 241.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 241.1","ref":"241.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/241.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/241.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/241.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":433,"text":"καὶ μετασχὸν τῆς φύσεως ἡμῶν κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Καθ' ὁμοιότητα δὲ τῇ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον· ὥστε δι' ἀμφοτέρων ἡμῖν γενέσθαι τὴν σωτηρίαν. Οὗτος ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἵνα μηκέτι οἱ ἄνθρωποι κατὰ τὰς ἑαυτῶν γνώμας περὶ τοῦ ὄντος δοξάζωσι· τὰς γνωμένας αὐτοῖς ἀπὸ στοχασμῶν τινων ὑπονοίας δόγμα ποιούμενοι. Ἄλλὰ πεισθέντες ὅτι ἀληθῶς Θεὸς ἐφανερώθη ἐν σαρκί, ἑκεῖνο μόνον ἀληθινὴν τῆς εὐσεβείας μυστήριον εἶναι πιστεύσωμεν, ὃ δι' αὐτοῦ ἡμῖν τοῦ Λόγου καὶ Θεοῦ παρεδόθη, τοῦ δι' ἑαυτοῦ τοῖς ἀποστόλοις λαλήσαντος. Τὴν δὲ ἐκ τῆς ἀρχαιοτέρας B Γραφῆς, ἐν νόμῳ τε καὶ προφητείαις, καὶ τῇ παροιμιώδους διδασκαλίας γινωμένη περὶ τῆς ὑπερκειμένης φύσεως διδασκαλίαν, δι' ἐσόπτρου τινὸς καὶ αἰνίγματος ὡς μαρτυρίαν τῆς ἀποκαλυφθείσης ἡμῖν ἀληθείας δεξώμεθα, εὐσεβῶς τὴν διάνοιαν τῶν ῥητῶν ἐκλαμβάνοντες· ὡς συμφωνεῖν τῇ παρὰ τοῦ Δεσπότου τῶν ὅλων ἐκτεθείσῃ πίστει· ἣν ἐπὶ λέξεως καθαρὰν καὶ ἀπαρεχέλητον φυλάξωμεν, ὡς παραλειφθεῖσαν· καὶ τὴν ἐν ὀλίγῳ παρατροπὴν τῶν παραδοθέντων ῥημάτων ἐσχάτην κρίνοντες βλασφημίαν τε καὶ ἀσεβείαν. Πιστεύομεν οὖν καθὼς ἐξέθετο τοῖς μαθηταῖς τὴν πίστιν ὁ Κύριος· οἷς καὶ εἶπεν, ὅτι Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Οὗτός ἐστιν ὁ λόγος τοῦ μυστηρίου, ἐν ᾧ διὰ τῆς ἄνωθεν γεννήσεως μετασκευάζεται ἡμῶν ἡ φύσις ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἀφθαρτον· ἐκ τοῦ παλαιοῦ ἀνθρώπου ἀνκαινιζομένη κατ' εἰκόνα τοῦ κτίσαντος, ἐν ἀρχῇ τὸ θεοειδὲς ὁμοίωμα. Ταύτης οὖν παρὰ τοῦ Θεοῦ τοῖς ἀποστόλοις παραδοθείσης τῆς πίστεως, οὔτε ὑφαίρεσιν, οὔτε παράλλαγην, οὔτε προσθήκην ποιοῦμεν· σαφῶς εἰδότες ὅτι ὁ τολμῶν τὴν θείαν φωνὴν διὰ κακοουργίας σοφιστικῆς παρατρέπειν, οὗτος ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστίν· ὃς ἀφεὶς τῆς ἀληθείας τὰ ῥήματα, ἐκ τῶν ἰδίων λαλεῖ, πατὴρ ψεύδους γινόμενος. Πᾶν γὰρ τὸ παρὰ τὴν ἀλήθειαν λεγόμενον, ψεῦδός ἐστι πάντως καὶ οὐκ ἀληθές. C Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας· εἰ τι παρεπινεύσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὐρεταί· ὡς ἀντὶ μὲν τοῦ Πατρὸς κτίστην αὐτὸν καὶ δημιουργὸν τοῦ Υἱοῦ ὀνομάζειν· ἀντὶ δὲ τοῦ Υἱοῦ ἔργον καὶ κτίσμα καὶ ποίημα· ἀντὶ δὲ τοῦ ἁγίου Πνεύματος, κτίσμα κτίσματος, καὶ ἔργον ἔργου· καὶ πάντα ὅσα τοῖς θεομάχοις περὶ αὐτοῦ λέγειν δοκεῖ· πάντα τὰ τοιαῦτα ἀρνῶσιν τῆς ἀποκαλύψεως ἡμῖν ἐν τῷ δόγματι· τοῦτο θεοτήτος, καὶ παράβασιν ὀνομάζομεν. Ἄπαξ γὰρ μεμαθήκαμεν παρὰ τοῦ Κυρίου, πρὸς ὃ βλέπειν χρή τῇ διανοίᾳ· δι' οὗ γίνεται ἡ ἀπὸ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον τῆς φύσεως ἡμῶν μετασχοιχείωσις· τοῦτο δέ ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα· φοβερὸν οὖν εἶναι φαμεν καὶ ἐλθριον παραλογίζεσθαι μὲν τὰς θείας ταύτας φωνάς· D ἀντεπινεύειν δὲ τὰς ἐπὶ ἀθετήσει τούτων παρευρισκο-","prev":{"citation":"Contra Eunomium 240.9-14","label":"240.9 to 240.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/240.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/240.9"},"next":{"citation":"Contra Eunomium 242.1.1-21","label":"242.1.1 to 242.1.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/242.1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/242.1.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}